Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 3

22.97 διὰ τοῦτο οὔτε περίεργος οὔτε πολυπράγμων ἐστὶν ὁ οὕτω διακείμενος· οὐ γὰρ τὰ ἀλλότρια πολυπραγμονεῖ, ὅταν τὰ ἀνθρώπινα ἐπισκοπῇ, ἀλλὰ τὰ ἴδια. εἰ δὲ μή, λέγε καὶ τὸν στρατηγὸν πολυπράγμονα, ὅταν τοὺς στρατιώτας ἐπισκοπῇ καὶ ἐξετάζῃ καὶ παραφυλάσσῃ καὶ τοὺς ἀκοσμοῦντας κολάζῃ.
22.98 ἐὰν δʼ ὑπὸ μάλης ἔχων πλακουντάριον ἐπιτιμᾷς ἄλλοις, ἐρῶ σοι· οὐ θέλεις μᾶλλον ἀπελθὼν εἰς γωνίαν καταφαγεῖν ἐκεῖνο ὃ κέκλοφας; τί δὲ σοὶ καὶ τοῖς ἀλλοτρίοις;
22.99 τίς γὰρ εἶ; ὁ ταῦρος εἶ ἢ ἡ βασίλισσα τῶν μελισσῶν; δεῖξόν μοι τὰ σύμβολα τῆς ἡγεμονίας, οἷα ἐκείνη ἐκ φύσεως ἔχει. εἰ δὲ κηφὴν εἶ ἐπιδικαζόμενος τῆς βασιλείας τῶν μελισσῶν, οὐ δοκεῖς ὅτι καὶ σὲ καταβαλλοῦσιν οἱ συμπολιτευόμενοι, ὡς αἱ μέλισσαι τοὺς κηφῆνας;
22.100 τὸ μὲν γὰρ ἀνεκτικὸν τοσοῦτον ἔχειν δεῖ τὸν Κυνικόν, ὥστʼ αὐτὸν ἀναίσθητον δοκεῖν τοῖς πολλοῖς καὶ λίθον· οὐδεὶς αὐτὸν λοιδορεῖ, οὐδεὶς τύπτει, οὐδεὶς ὑβρίζει· τὸ σωμάτιον δʼ αὐτοῦ δέδωκεν αὐτὸς χρῆσθαι τῷ θέλοντι ὡς βούλεται.
22.101 μέμνηται γάρ, ὅτι τὸ χεῖρον ἀνάγκη νικᾶσθαι ὑπὸ τοῦ κρείττονος, ὅπου χεῖρόν ἐστιν, τὸ δὲ σωμάτιον τῶν πολλῶν χεῖρον, τὸ ἀσθενέστερον τῶν ἰσχυροτέρων.
22.102 οὐδέποτʼ οὖν εἰς τοῦτον καταβαίνει τὸν ἀγῶνα, ὅπου δύναται νικηθῆναι, ἀλλὰ τῶν ἀλλοτρίων εὐθὺς ἐξίσταται, τῶν δούλων οὐκ ἀντιποιεῖται.
22.103 ὅπου δὲ προαίρεσις καὶ χρῆσις τῶν φαντασιῶν, ἐκεῖ ὄψει, ὅσα ὄμματα ἔχει, ἵνʼ εἴπῃς, ὅτι Ἄργος τυφλὸς ἦν πρὸς αὐτόν.
22.104 μή που συγκατάθεσις προπετής, μή που ὁρμὴ εἰκαία, μή που ὄρεξις ἀποτευκτική, μή που ἔκκλισις περιπτωτική, μή που ἐπιβολὴ ἀτελής, μή που μέμψις, μή που ταπείνωσις ἢ φθόνος;
22.105 ὧδε ἡ πολλὴ προσοχὴ καὶ σύντασις, τῶν δʼ ἄλλων ἕνεκα ὕπτιος ῥέγκει· εἰρήνη πᾶσα. λῃστὴς προαιρέσεως οὐ γίνεται, τύραννος οὐ γίνεται.
22.106 σωματίου δέ; ναί. καὶ κτησειδίου; ναί· καὶ ἀρχῶν καὶ τιμῶν. τί οὖν αὐτῷ τούτων μέλει; ὅταν οὖν τις διὰ τούτων αὐτὸν ἐκφοβῇ, λέγει αὐτῷ ὕπαγε, ζήτει τὰ παιδία· ἐκείνοις τὰ προσωπεῖα φοβερά ἐστιν, ἐγὼ δʼ οἶδα, ὅτι ὀστράκινά ἐστιν, ἔσωθεν δὲ οὐδὲν ἔχει.
22.107 περὶ τοιούτου πράγματος βουλεύῃ. ὥστε ἐάν σοι δόξῃ, τὸν θεόν σοι, ὑπέρθου καὶ ἰδού σοι πρῶτον τὴν παρασκευήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme