Book 3
23.20
τὸ καλόν, κύριε, καὶ λίθον κινῆσαι δύναται. ἰδοὺ φωναὶ φιλοσόφου, ἰδοὺ διάθεσις ὠφελήσοντος ἀνθρώπους· ἰδοὺ ἀκηκοὼς ἄνθρωπος λόγου, ἀνεγνωκὼς τὰ Σωκρατικὰ ὡς Σωκρατικά, οὐχὶ δʼ ὡς Λυσίου καὶ Ἰσοκράτους. πολλάκις ἐθαύμασα, τίσιν ποτὲ λόγοις. οὔ· ἀλλὰ τίνι ποτὲ λόγῳ· τοῦτʼ ἐκείνου λειότερον.
23.21
μὴ γὰρ ἄλλως αὐτὰ ἀνεγνώκατε ἢ ὡς ᾠδάρια; ὡς εἴ γε ἀνεγιγνώσκετε ὡς δεῖ, οὐκ ἂν πρὸς τούτοις ἐγίνεσθε, ἀλλʼ ἐκεῖνο μᾶλλον ἐβλέπετε ἐμὲ δʼ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δʼ οὔ καὶ ὅτι ὡς ἐγὼ ἀιεὶ τοιοῦτος οἷος μηδενὶ προσέχειν τῶν ἐμῶν ἢ τῷ λόγῳ, ὃς ἄν μοι σκοπουμένῳ βέλτιστος φαίνηται.
23.22
διὰ τοῦτο τίς ἤκουσέ ποτε Σωκράτους λέγοντος ὅτι οἶδά τι καὶ διδάσκω; ἀλλὰ ἄλλον ἀλλαχοῦ ἔπεμπεν. τοιγαροῦν ἤρχοντο πρὸς αὐτὸν ἀξιοῦντες φιλοσόφοις ὑπʼ αὐτοῦ συσταθῆναι κἀκεῖνος ἀπῆγεν καὶ συνίστανεν.
23.23
οὔ· ἀλλὰ προσπέμπων ἔλεγεν ἄκουσόν μου σήμερον διαλεγομένου ἐν τῇ οἰκίᾳ τῇ Κοδράτου. τί σου ἀκούσω; ἐπιδεῖξαί μοι θέλεις, ὅτι κομψῶς συντιθεῖς τὰ ὀνόματα; συντιθεῖς, ἄνθρωπε· καὶ τί σοι ἀγαθόν ἐστιν;
23.24
ἀλλʼ ἐπαίνεσόν με. τί λέγεις τὸ ἐπαίνεσον; εἰπέ μοι οὐᾶ καὶ θαυμαστῶς. ἰδοὺ λέγω. εἰ δʼ ἐστὶν ἔπαινος ἐκεῖνο, ὅ τι ποτὲ λέγουσιν οἱ φιλόσοφοι τῶν ἐν τῇ τοῦ ἀγαθοῦ κατηγορίᾳ, τί σε ἔχω ἐπαινέσαι; εἰ ἀγαθόν ἐστι τὸ φράζειν ὀρθῶς, δίδαξόν με καὶ ἐπαινέσω.
23.25
τί οὖν; ἀηδῶς δεῖ τῶν τοιούτων ἀκούειν; μὴ γένοιτο. ἐγὼ μὲν οὐδὲ κιθαρῳδοῦ ἀηδῶς ἀκούω· μή τι οὖν τούτου ἕνεκα κιθαρῳδεῖν με δεῖ στάντα; ἄκουσον, τί λέγει Σωκράτης· οὐδὲ γὰρ ἂν πρέποι, ὦ ἄνδρες, τῇδε τῇ ἡλικίᾳ ὥσπερ μειρακίῳ πλάττοντι λόγους εἰς ὑμᾶς εἰσιέναι. ὥσπερ μειρακίῳ φησίν.
23.26
ἔστι γὰρ τῷ ὄντι κομψὸν τὸ τεχνίον ἐκλέξαι ὀνομάτια καὶ ταῦτα συνθεῖναι καὶ παρελθόντα εὐφυῶς ἀναγνῶναι ἢ εἰπεῖν καὶ μεταξὺ ἀναγιγνώσκοντα ἐπιφθέγξασθαι ὅτι τούτοις οὐ πολλοὶ δύνανται παρακολουθεῖν, μὰ τὴν ὑμετέραν σωτηρίαν.