Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 3

23.35 τοῦτο ἵνα γένηται, δεῖ τεθῆναι χίλια βάθρα καὶ παρακληθῆναι τοὺς ἀκουσομένους καὶ σὲ ἐν κομψῷ στολίῳ ἢ τριβωναρίῳ ἀναβάντα ἐπὶ πούλβινον διαγράφειν, πῶς Ἀχιλλεὺς ἀπέθανεν; παύσασθε, τοὺς θεοὺς ὑμῖν, καλὰ ὀνόματα καὶ πράγματα καταισχύνοντες, ὅσον ἐφʼ ἑαυτοῖς.
23.36 οὐδὲν προτρεπτικώτερον ἢ ὅταν ὁ λέγων ἐμφαίνῃ τοῖς ἀκούουσιν ὅτι χρείαν αὐτῶν ἔχει.
23.37 ἢ εἰπέ μοι, τίς ἀκούων ἀναγιγνώσκοντός σου ἢ διαλεγομένου περὶ αὑτοῦ ἠγωνίασεν ἢ ἐπεστράφη· εἰς αὑτὸν ἢ ἐξελθὼν εἶπεν ὅτι καλῶς μου ἥψατο ὁ φιλόσοφος· οὐκέτι δεῖ ταῦτα ποιεῖν;
23.38 οὐχὶ δʼ, ἂν λίαν εὐδοκιμῇς, λέγει πρός τινα κομψῶς ἔφρασεν τὰ περὶ τὸν Ξέρξην, ἄλλος οὔ· ἀλλὰ τὴν ἐπὶ Πύλαις μάχην; τοῦτό ἐστιν ἀκρόασις φιλοσόφου;

περὶ τοῦ μὴ δεῖν προσπάσχειν τοῖς οὐκ ἐφʼ ἡμῖν.

24.1 τὸ ἄλλου παρὰ φύσιν σοὶ κακὸν μὴ γινέσθω· οὐ γὰρ συνταπεινοῦσθαι πέφυκας οὐδὲ συνατυχεῖν, ἀλλὰ συνευτυχεῖν.
24.2 ἂν δέ τις ἀτυχῇ, μέμνησο, ὅτι παρʼ αὑτὸν ἀτυχεῖ. ὁ γὰρ θεὸς πάντας ἀνθρώπους ἐπὶ τὸ εὐδαιμονεῖν, ἐπὶ τὸ εὐσταθεῖν ἐποίησεν.
24.3 πρὸς τοῦτο ἀφορμὰς ἔδωκεν, τὰ μὲν ἴδια δοὺς ἑκάστῳ, τὰ δʼ ἀλλότρια· τὰ μὲν κωλυτὰ καὶ ἀφαιρετὰ καὶ ἀναγκαστὰ οὐκ ἴδια, τὰ δʼ ἀκώλυτα ἴδια· τὴν δʼ οὐσίαν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, ὥσπερ ἦν ἄξιον τὸν κηδόμενον ἡμῶν καὶ πατρικῶς προιστάμενον, ἐν τοῖς ἰδίοις.
24.4 ἀλλʼ ἀποκεχώρηκα τοῦ δεῖνος καὶ ὀδυνᾶται. διὰ τί γὰρ τὰ ἀλλότρια ἴδια ἡγήσατο; διὰ τί, ὅτε σε βλέπων ἔχαιρεν, οὐκ ἐπελογίζετο, ὅτι θνητὸς εἶ, ἀποδημητικὸς εἶ; τοιγαροῦν τίνει δίκας τῆς αὑτοῦ μωρίας.
24.5 σὺ δʼ ἀντὶ τίνος; ἐπὶ τί κλάεις σεαυτόν; ἢ οὐδὲ σὺ ταῦτα ἐμελέτησας, ἀλλʼ ὡς τὰ γύναια τὰ οὐδενὸς ἄξια πᾶσιν οἷς ἔχαιρες ὡς ἀιεὶ συνεσόμενος συνῆς, τοῖς τόποις, τοῖς ἀνθρώποις, ταῖς διατριβαῖς; καὶ νῦν κλαίων ἐκάθισας, ὅτι μὴ τοὺς αὐτοὺς βλέπεις καὶ ἐν τοῖς αὐτοῖς τόποις διατρίβεις.
24.6 τούτου γὰρ ἄξιος εἶ, ἵνα καὶ τῶν κοράκων καὶ κορωνῶν ἀθλιώτερος ᾖς, οἷς ἔξεστιν ἵπτασθαι, ὅπου θέλουσιν, καὶ μετοικοδομεῖν τὰς νεοσσιὰς καὶ τὰ πελάγη διαπερᾶν μὴ στένουσιν μηδὲ ποθοῦσι τὰ πρῶτα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme