Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 3

24.36 τέταξαι ἐν πόλει ἡγεμονίᾳ καὶ οὐκ ἐν ταπεινῇ τινι χώρᾳ, ἀλλʼ ἀεὶ βουλευτής. οὐκ οἶσθʼ, ὅτι τὸν τοιοῦτον ὀλίγα μὲν δεῖ οἰκονομεῖν, τὰ πολλὰ δʼ ἀποδημεῖν ἄρχοντα ἢ ἀρχόμενον ἢ ὑπηρετοῦντά τινι ἀρχῇ ἢ στρατευόμενον ἢ δικάζοντα; εἶτά μοι θέλεις ὡς φυτὸν προσηρτῆσθαι τοῖς αὐτοῖς τόποις καὶ προσερριζῶσθαι;
24.37 — ἡδὺ γάρ ἐστιν. — τίς οὔ φησιν; ἀλλὰ καὶ ζωμὸς ἡδύς ἐστι καὶ γυνὴ καλὴ ἡδύ ἐστιν. τί ἄλλο λέγουσιν οἱ τέλος ποιούμενοι τὴν ἡδονήν;
24.38 οὐκ αἰσθάνῃ, τίνων ἀνθρώπων φωνὴν ἀφῆκας; ὅτι Ἐπικουρείων καὶ κιναίδων; εἶτα τὰ ἐκείνων ἔργα πράσσων καὶ τὰ δόγματα ἔχων τοὺς λόγους ἡμῖν λέγεις τοὺς Ζήνωνος καὶ Σωκράτους; οὐκ ἀπορρίψεις ὡς μακροτάτω τἀλλότρια, οἷς κοσμῇ μηδέν σοι προσήκουσιν;
24.39 ἢ τί ἄλλο θέλουσιν ἐκεῖνοι ἢ καθεύδειν ἀπαραποδίστως καὶ ἀναναγκάστως καὶ ἀναστάντες ἐφʼ ἡσυχίας χασμήσασθαι καὶ τὸ πρόσωπον ἀποπλῦναι, εἶτα γράψαι καὶ ἀναγνῶναι ἃ θέλουσιν, εἶτα φλυαρῆσαί τί ποτʼ ἐπαινούμενοι ὑπὸ τῶν φίλων, ὅ τι ἂν λέγωσιν, εἶτα εἰς περίπατον προελθόντες καὶ ὀλίγα περιπατήσαντες λούσασθαι, εἶτα φαγεῖν, εἶτα κοιμηθῆναι, οἵαν δὴ κοίτην καθεύδειν τοὺς τοιούτους εἰκός — τί ἄν τις λέγοι; ἔξεστιν γὰρ τεκμαίρεσθαι.
24.40 ἄγε, φέρε μοι καὶ σὺ τὴν σαυτοῦ διατριβήν, ἣν ποθεῖς, ζηλωτὰ τῆς ἀληθείας καὶ Σωκράτους καὶ Διογένους. τί θέλεις ἐν Ἀθήναις ποιεῖν; ταῦτα αὐτά;
24.41 μή τι ἕτερα; τί οὖν Στωικὸν σαυτὸν εἶναι λέγεις; εἶτα οἱ μὲν τῆς Ῥωμαίων πολιτείας καταψευδόμενοι κολάζονται πικρῶς, τοὺς δʼ οὕτως μεγάλου καὶ σεμνοῦ καταψευδομένους πράγματος καὶ ὀνόματος ἀθῴους ἀπαλλάττεσθαι δεῖ;
24.42 ἢ τοῦτό γε οὐ δυνατόν, ἀλλʼ ὁ νόμος θεῖος καὶ ἰσχυρὸς καὶ ἀναπόδραστος οὗτός ἐστιν ὁ τὰς μεγίστας εἰσπρασσόμενος κολάσεις παρὰ τῶν τὰ μέγιστα ἁμαρτανόντων;
24.43 τί γὰρ λέγει; ὁ προσποιούμενος τὰ μηδὲν πρὸς αὐτὸν ἔστω ἀλαζών, ἔστω κενόδοξος· ὁ ἀπειθῶν τῇ θείᾳ διοικήσει ἔστω ταπεινός, ἔστω δοῦλος, λυπείσθω, φθονείτω, ἐλεείτω, τὸ κεφάλαιον πάντων, δυστυχείτω, θρηνείτω.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme