Book 3
24.66
διὰ τοῦτο πᾶσα γῆ πατρὶς ἦν ἐκείνῳ μόνῳ, ἐξαίρετος δʼ οὐδεμία· καὶ ἁλοὺς οὐκ ἐπόθει τὰς Ἀθήνας οὐδὲ τοὺς ἐκεῖ συνήθεις καὶ φίλους, ἀλλʼ αὐτοῖς τοῖς πειραταῖς συνήθης ἐγίνετο καὶ ἐπανορθοῦν ἐπειρᾶτο. καὶ πραθεὶς ὕστερον ἐν Κορίνθῳ διῆγεν οὕτως ὡς πρόσθεν ἐν Ἀθήναις καὶ εἰς Περραιβοὺς δʼ ἂν ἀπελθὼν ὡσαύτως εἶχεν.
24.67
οὕτως ἐλευθερία γίνεται. διὰ τοῦτο ἔλεγεν ὅτι ἐξ οὗ μʼ Ἀντισθένης ἠλευθέρωσεν, οὐκέτι ἐδούλευσα.
24.68
πῶς ἠλευθέρωσεν; ἄκουε, τί λέγει· ἐδίδαξέν με τὰ ἐμὰ καὶ τὰ οὐκ ἐμά. κτῆσις οὐκ ἐμή· συγγενεῖς, οἰκεῖοι, φίλοι, φήμη, συνήθεις τόποι, διατριβή, πάντα ταῦτα ὅτι ἀλλότρια.
24.69
σὸν οὖν τί; χρῆσις φαντασιῶν. ταύτην ἔδειξέν μοι ὅτι ἀκώλυτον ἔχω, ἀνανάγκαστον· οὐδεὶς ἐμποδίσαι δύναται, οὐδεὶς βιάσασθαι ἄλλως χρήσασθαι ἢ ὡς θέλω.
24.70
τίς οὖν ἔτι ἔχει μου ἐξουσίαν; Φίλιππος ἢ Ἀλέξανδρος ἢ Περδίκκας ἢ ὁ μέγας βασιλεύς; πόθεν αὐτοῖς; τὸν γὰρ ὑπʼ ἀνθρώπου μέλλοντα ἡττᾶσθαι πολὺ πρότερον ὑπὸ τῶν πραγμάτων δεῖ ἡττᾶσθαι.
24.71
οὗτινος οὖν οὐχ ἡδονὴ κρείττων ἐστίν, οὐ πόνος, οὐ δόξα, οὐ πλοῦτος, δύναται δʼ, ὅταν αὐτῷ δόξῃ, τὸ σωμάτιον ὅλον προσπτύσας τινὶ ἀπελθεῖν, τίνος ἔτι οὗτος δοῦλός ἐστιν, τίνι ὑποτέτακται;
24.72
εἰ δʼ ἡδέως ἐν Ἀθήναις διῆγεν καὶ ἥττητο ταύτης τῆς διατριβῆς, ἐπὶ παντὶ ἂν ἦν τὰ ἐκείνου πράγματα, ὁ ἰσχυρότερος κύριος ἂν ἦν λυπῆσαι αὐτόν.
24.73
πῶς ἂν δοκεῖς τοὺς πειρατὰς ἐκολάκευεν, ἵνʼ αὐτὸν Ἀθηναίων τινὶ πωλήσωσιν, ἵνʼ ἴδῃ ποτὲ τὸν Πειραιᾶ τὸν καλὸν καὶ τὰ μακρὰ τείχη καὶ τὴν ἀκρόπολιν;
24.74
τίς ὢν εἴδῃς, ἀνδράποδον;
24.75
δοῦλος καὶ ταπεινός· καὶ τί σοι ὄφελος; — οὔ· ἀλλʼ ἐλεύθερος. — δεῖξον, πῶς ἐλεύθερος. ἰδοὺ ἐπείληπταί σου τίς ποτε οὗτος ὁ ἐξάγων σε ἀπὸ τῆς συνήθους σοι διατριβῆς καὶ λέγει δοῦλος ἐμὸς εἶ· ἐπʼ ἐμοὶ γάρ ἐστι κωλῦσαί σε διάγειν ὡς θέλεις, ἐπʼ ἐμοὶ τὸ ἀνεῖναί σε, τὸ ταπεινοῦν· ὅταν θέλω, πάλιν εὐφραίνῃ καὶ μετέωρος πορεύῃ εἰς Ἀθήνας.
24.76
τί λέγεις πρὸς τοῦτον τὸν δουλαγωγοῦντά σε; ποῖον αὐτῷ καρπιστὴν δίδως; ἢ οὐδʼ ὅλως ἀντιβλέπεις, ἀλλʼ ἀφεὶς τοὺς πολλοὺς λόγους ἱκετεύεις, ἵνα ἀφεθῇς;