Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 3

24.95 διὰ τοῦτο ὁ καλὸς καὶ ἀγαθὸς μεμνημένος, τίς τʼ ἐστὶ καὶ πόθεν ἐλήλυθεν καὶ ὑπὸ τίνος γέγονεν, πρὸς μόνῳ τούτῳ ἐστίν, πῶς τὴν αὑτοῦ χώραν ἐκπληρώσῃ εὐτάκτως καὶ εὐπειθῶς τῷ θεῷ.
24.96 ἔτι μʼ εἶναι θέλεις; ὡς ἐλεύθερος, ὡς γενναῖος, ὡς σὺ ἠθέλησας· σὺ γάρ με ἀκώλυτον ἐποίησας ἐν τοῖς ἐμοῖς.
24.97 ἀλλʼ οὐκέτι μου χρείαν ἔχεις; καλῶς σοι γένοιτο· καὶ μέχρι νῦν διὰ σὲ ἔμενον, διʼ ἄλλον οὐδένα, καὶ νῦν σοι πειθόμενος ἀπέρχομαι.
24.98 πῶς ἀπέρχῃ; πάλιν ὡς σὺ ἠθέλησας, ὡς ἐλεύθερος, ὡς ὑπηρέτης σός, ὡς ᾐσθημένος σου τῶν προσταγμάτων καὶ ἀπαγορευμάτων.
24.99 μέχρι δʼ ἂν οὗ διατρίβω ἐν τοῖς σοῖς, τίνα με θέλεις εἶναι; ἄρχοντα ἢ ἰδιώτην, βουλευτὴν ἢ δημότην, στρατιώτην ἢ στρατηγόν, παιδευτὴν ἢ οἰκοδεσπότην; ἣν ἂν χώραν καὶ τάξιν ἐγχειρίσῃς, ὡς λέγει ὁ Σωκράτης, μυριάκις ἀποθανοῦμαι πρότερον ἢ ταύτην ἐγκαταλείψω.
24.100 ποῦ δέ μʼ εἶναι θέλεις; ἐν Ῥώμῃ ἢ ἐν Ἀθήναις ἢ ἐν Θήβαις ἢ ἐν Γυάροις; μόνον ἐκεῖ μου μέμνησο.
24.101 ἄν μʼ ἐκεῖ πέμπῃς, ὅπου κατὰ φύσιν διεξαγωγὴ οὐκ ἔστιν ἀνθρώπων, οὐ σοὶ ἀπειθῶν ἔξειμι, ἀλλʼ ὡς σοῦ μοι σημαίνοντος τὸ ἀνακλητικόν· οὐκ ἀπολείπω σε· μὴ γένοιτο· ἀλλʼ αἰσθάνομαι, ὅτι μου χρείαν οὐκ ἔχεις.
24.102 ἂν δὲ διδῶται κατὰ φύσιν διεξαγωγή, οὐ ζητήσω ἄλλον τόπον ἢ ἐν ᾧ εἰμὶ ἢ ἄλλους ἀνθρώπους ἢ μεθʼ ὧν εἰμί.
24.103 ταῦτα νυκτός, ταῦτα ἡμέρας πρόχειρα ἔστω· ταῦτα γράφειν, ταῦτα ἀναγιγνώσκειν· περὶ τούτων τοὺς λόγους ποιεῖσθαι, αὐτὸν πρὸς αὑτόν, πρὸς ἕτερον μή τι ἔχεις μοι πρὸς τοῦτο βοηθῆσαι; καὶ πάλιν ἄλλῳ προσελθεῖν καὶ ἄλλῳ.
24.104 εἶτα ἄν τι γένηται τῶν λεγομένων ἀβουλήτων, εὐθὺς ἐκεῖνο πρῶτον ἐπικουφίσει σε, ὅτι οὐκ ἀπροσδόκητον.
24.105 μέγα γὰρ ἐπὶ πάντων τὸ ᾔδειν θνητὸν γεγεννηκώς. οὕτως γὰρ ἐρεῖς καὶ ὅτι ᾔδειν θνητὸς ὤν, ᾔδειν ἀποδημητικὸς ὤν, ᾔδειν ἔκβλητος ὤν,
24.106 ᾔδειν εἰς φυλακὴν ἀπότακτος ὤν. εἶτʼ ἂν ἐπιστρέφῃς κατὰ σαυτὸν καὶ ζητήσῃς τὴν χώραν, ἐξ ἧς ἐστι τὸ συμβεβηκός, εὐθὺς ἀναμνησθήσῃ, ὅτι ἐκ τῆς τῶν ἀπροαιρέτων, τῶν οὐκ ἐμῶν· τί οὖν πρὸς σἐμέ; εἶτα τὸ κυριώτατον τίς δʼ αὐτὸ καὶ ἐπιπέπομφεν;
24.107 ὁ ἡγεμὼν ἢ ὁ στρατηγός, ἡ πόλις, ὁ τῆς πόλεως νόμος. δὸς οὖν αὐτό· δεῖ γάρ με ἀιεὶ τῷ νόμῳ πείθεσθαι ἐν παντί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme