Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 3

25.10 ἀλλʼ οὐχ ὅμοιον· ἐνταῦθα μὲν γὰρ ὁ πόνος τὴν μνήμην ποιεῖ, ἐπὶ δὲ τῶν ἁμαρτημάτων ποῖος πόνος, ποία ζημία; πότε γὰρ εἰθίσθης φεύγειν τὸ κακῶς ἐνεργῆσαι;

πρὸς τοὺς τὴν ἀπορίαν δεδοικότας.

26.1 οὐκ αἰσχύνῃ δειλότερος ὢν καὶ ἀγεννέστερος τῶν δραπετῶν; πῶς ἐκεῖνοι φεύγοντες ἀπολείπουσι τοὺς δεσπότας, ποίοις ἀγροῖς πεποιθότες, ποίοις οἰκέταις; οὐχὶ δʼ ὀλίγον ὅσον πρὸς τὰς πρώτας ἡμέρας ὑφελόμενοι εἶθʼ ὕστερον διὰ γῆς ἢ καὶ θαλάττης φέρονται ἄλλην ἐξ ἄλλης ἀφορμὴν πρὸς τὸ διατρέφεσθαι φιλοτεχνοῦντες;
26.2 καὶ τίς πώποτε δραπέτης λιμῷ ἀπέθανεν; σὺ δὲ τρέμεις, μή σοι λείπῃ τὰ ἀναγκαῖα, καὶ τὰς νύκτας ἀγρυπνεῖς.
26.3 ταλαίπωρε, οὕτως τυφλὸς εἶ καὶ τὴν ὁδὸν οὐχ ὁρᾷς, ὅποι φέρει ἡ τῶν ἀναγκαίων ἔνδεια; ποῦ γὰρ φέρει; ὅπου καὶ ὁ πυρετός, ὅπου καὶ λίθος ἐπιπεσών, εἰς θάνατον. τοῦτον οὖν οὐ πολλάκις σὺ αὐτὸς εἶπες πρὸς τοὺς ἑταίρους, πολλὰ δʼ ἀνέγνως τοιαῦτα, πολλὰ δʼ ἔγραφες; ποσάκις δʼ ἠλαζονεύσω, ὅτι πρός γε τὸ ἀποθανεῖν μετρίως ἔχεις;
26.4 — ναί· ἀλλὰ καὶ οἱ ἐμοὶ πεινήσουσιν. — τί οὖν; μή τι καὶ ὁ ἐκείνων λιμὸς ἀλλαχοῦ που φέρει; οὐχὶ καὶ ἡ αὐτή που κάθοδος;
26.5 τὰ κάτω τὰ αὐτά; οὐ θέλεις οὖν ἐκεῖ βλέπειν θαρρῶν πρὸς πᾶσαν ἀπορίαν καὶ ἔνδειαν, ὅπου καὶ τοὺς πλουσιωτάτους καὶ τὰς ἀρχὰς τὰς μεγίστας ἄρξαντας καὶ αὐτοὺς τοὺς βασιλεῖς καὶ τυράννους δεῖ κατελθεῖν, καὶ σὲ πεινῶντα, ἂν οὕτως τύχῃ, ἐκείνους δὲ διαρραγέντας ὑπὸ ἀπεψιῶν καὶ μέθης;
26.6 τίνα πώποτʼ ἐπαίτην ῥᾳδίως εἶδες μὴ γέροντα; τίνα δʼ οὐκ ἐσχατόγηρων; ἀλλὰ ῥιγῶντες τὰς νύκτας καὶ τὰς ἡμέρας καὶ χαμαὶ ἐρριμμένοι καὶ ὅσον αὐτὸ τὸ ἀναγκαῖον σιτούμενοι ἐγγὺς ἥκουσιν τῷ μηδʼ ἀποθανεῖν δύνασθαι,
26.7 σὺ δʼ ὁλόκληρος ἄνθρωπος χεῖρας ἔχων καὶ πόδας περὶ λιμοῦ δέδοικας οὕτως; οὐκ ἀντλεῖν δύνασθαι, οὐ γράφειν, οὐ παιδαγωγεῖν, οὐ θύραν ἀλλοτρίαν φυλάττειν; — ἀλλʼ αἰσχρὸν εἰς ταύτην ἐλθεῖν τὴν ἀνάγκην. — μάθε οὖν πρῶτον, τίνα τὰ αἰσχρά ἐστιν, καὶ οὕτως ἡμῖν λέγε σαυτὸν φιλόσοφον. τὸ νῦν δὲ μηδʼ ἂν ἄλλος τις εἴπῃ σε, ἀνέχου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme