Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 3

26.18 ἢ μέχρι τίνος μετρήσεις τὴν σποδόν; οὐ ταῦτά σε ἀποδεικνύειν δεῖ, ἃ ποιεῖ τοὺς ἀνθρώπους εὐδαίμονας, ἃ ποιεῖ προχωρεῖν αὐτοῖς τὰ πράγματα ὡς θέλουσιν, διʼ ἃ οὐ δεῖ μέμφεσθαι οὐδενί, ἐγκαλεῖν οὐδενί, πείθεσθαι τῇ διοικήσει τῶν ὅλων; ταῦτά μοι δείκνυε.
26.19 ἰδοὺ δεικνύω, φησίν, ἀναλύσω σοι συλλογισμούς. τοῦτο τὸ μετροῦν ἐστιν, ἀνδράποδον· τὸ μετρούμενον δʼ οὐκ ἔστιν.
26.20 διὰ ταῦτα νῦν τίνεις δίκας ὧν ἠμέλησας φιλοσοφίας· τρέμεις, ἀγρυπνεῖς, μετὰ πάντων βουλεύῃ· κἂν μὴ πᾶσιν ἀρέσκειν μέλλῃ τὰ βουλεύματα, κακῶς οἴει βεβουλεῦσθαι.
26.21 εἶτα φοβῇ λιμόν, ὡς δοκεῖς. σὺ δʼ οὐ λιμὸν φοβῇ, ἀλλὰ δέδοικας μὴ οὐ σχῇς μάγειρον, μὴ οὐ σχῇς ἄλλον ὀψωνητήν, ἄλλον τὸν ὑποδήσοντα, ἄλλον τὸν ἐνδύσοντα, ἄλλους τοὺς τρίψοντας, ἄλλους τοὺς ἀκολουθήσοντας,
26.22 ἵνʼ ἐν τῷ βαλανείῳ ἐκδυσάμενος καὶ ἐκτείνας σεαυτὸν ὡς οἱ ἐσταυρωμένοι τρίβῃ ἔνθεν καὶ ἔνθεν, εἶθʼ ὁ ἀλείπτης ἐπιστὰς λέγῃ μετάβηθι, δὸς πλευρόν, κεφαλὴν αὐτοῦ λάβε, παράθες τὸν ὦμον, εἶτʼ ἐλθὼν ἐκ τοῦ βαλανείου εἰς οἶκον κραυγάσῃς οὐδεὶς φέρει φαγεῖν;
26.23 , εἶτʼ ἆρον τὰς τραπέζας, σπόγγισον. τοῦτο φοβῇ, μὴ οὐ δύνῃ ζῆν ἀρρώστου βίον, ἐπεί τοι τὸν τῶν ὑγιαινόντων μάθε, πῶς οἱ δοῦλοι ζῶσιν, πῶς οἱ ἐργάται, πῶς οἱ γνησίως φιλοσοφοῦντες, πῶς Σωκράτης ἔζησεν, ἐκεῖνος μὲν καὶ μετὰ γυναικὸς καὶ παίδων, πῶς Διογένης, πῶς Κλεάνθης ἅμα σχολάζων καὶ ἀντλῶν.
26.24 ταῦτα ἂν θέλῃς ἔχειν, ἕξεις πανταχοῦ καὶ ζήσεις θαρρῶν. τίνι; ᾧ μόνῳ θαρρεῖν ἐνδέχεται, τῷ πιστῷ, τῷ ἀκωλύτῳ, τῷ ἀναφαιρέτῳ, τοῦτʼ ἔστι τῇ προαιρέσει τῇ σεαυτοῦ.
26.25 διὰ τί δʼ οὕτως ἄχρηστον καὶ ἀνωφελῆ σαυτὸν παρεσκεύακας, ἵνα μηδείς σε εἰς οἰκίαν θέλῃ δέξασθαι, μηδεὶς ἐπιμεληθῆναι; ἀλλὰ σκεῦος μὲν ὁλόκληρον καὶ χρήσιμον ἔξω ἐρριμμένον πᾶς τις εὑρὼν ἀναιρήσεται καὶ κέρδος ἡγήσεται, σὲ δʼ οὐδείς, ἀλλὰ πᾶς ζημίαν.
26.26 οὕτως οὐδὲ κυνὸς δύνασαι χρείαν παρασχεῖν οὐδʼ ἀλεκτρυόνος. τί οὖν ἔτι ζῆν θέλεις τοιοῦτος ὤν;
26.27 φοβεῖταί τις ἀνὴρ ἀγαθός, μὴ λείπωσιν αὐτῷ τροφαί; τοῖς τυφλοῖς οὐ λείπουσι, τοῖς χωλοῖς οὐ λείπουσι· λείψουσιν ἀνδρὶ ἀγαθῷ; καὶ στρατιώτῃ μὲν ἀγαθῷ οὐ λείπει ὁ μισθοδοτῶν οὐδʼ ἐργάτῃ οὐδὲ σκυτεῖ· τῷ δʼ ἀγαθῷ λείψει;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme