Book 3
26.28
οὕτως ὁ θεὸς ἀμελεῖ τῶν αὑτοῦ ἐπιτευγμάτων, τῶν διακόνων, τῶν μαρτύρων, οἷς μόνοις χρῆται παραδείγμασιν πρὸς τοὺς ἀπαιδεύτους, ὅτι καὶ ἔστι καὶ καλῶς διοικεῖ τὰ ὅλα καὶ οὐκ ἀμελεῖ τῶν ἀνθρωπίνων πραγμάτων καὶ ὅτι ἀνδρὶ ἀγαθῷ οὐδέν ἐστι κακὸν οὔτε ζῶντι οὔτʼ ἀποθανόντι;
26.29
— τί οὖν, ὅταν μὴ παρέχῃ τροφάς; — τί γὰρ ἄλλο ἢ ὡς ἀγαθὸς στρατηγὸς τὸ ἀνακλητικόν μοι σεσήμαγκεν; πείθομαι, ἀκολουθῶ, ἐπευφημῶν τὸν ἡγεμόνα, ὑμνῶν αὐτοῦ τὰ ἔργα.
26.30
καὶ γὰρ ἦλθον, ὅτʼ ἐκείνῳ ἔδοξεν, καὶ ἄπειμι πάλιν ἐκείνῳ δοκοῦν καὶ ζῶντός μου τοῦτο τὸ ἔργον ἦν, ὑμνεῖν τὸν θεὸν καὶ αὐτὸν ἐπʼ ἐμαυτοῦ καὶ πρὸς ἕνα καὶ πρὸς πολλούς.
26.31
οὐ παρέχει μοι πολλά, οὐκ ἄφθονα, τρυφᾶν με οὐ θέλει οὐδὲ γὰρ τῷ Ἡρακλεῖ παρεῖχεν, τῷ υἱεῖ τῷ ἑαυτοῦ, ἀλλʼ ἄλλος ἐβασίλευεν Ἄργους καὶ Μυκηνῶν, ὁ δʼ ἐπετάσσετο καὶ ἐπόνει καὶ ἐγυμνάζετο.
26.32
καὶ ἦν Εὐρυσθεὺς μέν, ὃς ἦν, οὔτε Ἄργους οὔτε Μυκηνῶν βασιλεύς, ὅς γʼ οὐδʼ αὐτὸς ἑαυτοῦ, ὁ δʼ Ἡρακλῆς ἁπάσης γῆς καὶ θαλάττης ἄρχων καὶ ἡγεμὼν ἦν, καθαρτὴς ἀδικίας καὶ ἀνομίας, εἰσαγωγεὺς δὲ δικαιοσύνης καὶ ὁσιότητος· καὶ ταῦτα ἐποίει καὶ γυμνὸς καὶ μόνος.
26.33
ὁ δʼ Ὀδυσσεὺς ὅτε ναυαγὸς ἐξερρίφη, μή τι ἐταπείνωσεν αὐτὸν ἡ ἀπορία, μή τι ἐπέκλασεν; ἀλλὰ πῶς ἀπῄει πρὸς τὰς παρθένους αἰτήσων τὰ ἀναγκαῖα, ὧν αἴσχιστον εἶναι δοκεῖ δεῖσθαι παρʼ ἄλλου; ὥς τε λέων ὀρεσίτροφος. τίνι πεποιθώς;
26.34
οὐ δόξῃ οὐδὲ χρήμασιν οὐδʼ ἀρχαῖς, ἀλλʼ ἀλκῇ τῇ ἑαυτοῦ, τοῦτʼ ἔστι δόγμασι περὶ τῶν ἐφʼ ἡμῖν καὶ οὐκ ἐφʼ ἡμῖν.
26.35
ταῦτα γάρ ἐστι μόνα τὰ τοὺς ἐλευθέρους ποιοῦντα, τὰ τοὺς ἀκωλύτους, τὰ τὸν τράχηλον ἐπαίροντα τῶν τεταπεινομένων, τὰ ἀντιβλέπειν ποιοῦντα ὀρθοῖς τοῖς ὀφθαλμοῖς πρὸς τοὺς πλουσίους, πρὸς τοὺς τυράννους.
26.36
καὶ τὸ τοῦ φιλοσόφου δῶρον τοῦτο ἦν, σὺ δʼ οὐκ ἐξελεύσῃ θαρρῶν, ἀλλὰ περιτρέμων τοῖς ἱματιδίοις καὶ τοῖς ἀργυρωματίοις; δύστηνε, οὕτως ἀπώλεσας τὸν μέχρι νῦν χρόνον;