Book 4
1.122
ὡσαύτως. οὐκοῦν καὶ ἄνθρωπος. τίς οὖν αὐτοῦ ἡ φύσις; δάκνειν καὶ λακτίζειν καὶ εἰς φυλακὴν βάλλειν καὶ ἀποκεφαλίζειν; οὔ· ἀλλʼ εὖ ποιεῖν, συνεργεῖν, ἐπεύχεσθαι. τότʼ οὖν κακῶς πράσσει, ἄν τε θέλῃς ἄν τε μή, ὅταν ἀγνωμονῇ.
1.123
ὥστε Σωκράτης οὐκ ἔπραξε κακῶς;— οὔ, ἀλλʼ οἱ δικασταὶ καὶ οἱ κατήγοροι. — οὐδʼ ἐν Ῥώμῃ Ἑλουίδιος; — οὔ, ἀλλʼ ὁ ἀποκτείνας αὐτόν. — πῶς λέγεις;
1.124
— ὡς καὶ σὺ ἀλεκτρυόνα οὐ λέγεις κακῶς πρᾶξαι τὸν νικήσαντα καὶ κατακοπέντα, ἀλλὰ τὸν ἀπλῆγα ἡττηθέντα· οὐδὲ κύνα εὐδαιμονίζεις τὸν μήτε διώκοντα μήτε πονοῦντα, ἀλλʼ ὅταν ἱδρῶντα ἴδῃς, ὅταν ὀδυνώμενον, ὅταν ῥηγνύμενον ὑπὸ τοῦ δρόμου.
1.125
τί παραδοξολογοῦμεν, εἰ λέγομεν παντὸς κακὸν εἶναι τὸ παρὰ τὴν ἐκείνου φύσιν; τοῦτο παράδοξόν ἐστιν; σὺ γὰρ αὐτὸ ἐπὶ πάντων τῶν ἄλλων οὐ λέγεις; διὰ τί ἐπὶ μόνου οὖν τοῦ ἀνθρώπου ἄλλως φέρῃ;
1.126
ἀλλʼ ὅτι λέγομεν ἥμερον εἶναι τοῦ ἀνθρώπου τὴν φύσιν καὶ φιλάλληλον καὶ πιστήν, τοῦτο παράδοξον οὐκ ἔστιν; — οὐδὲ τοῦτο.
1.127
— πῶς οὖν ἔτι οὐ δερόμενος βλάπτεται ἢ δεσμευόμενος ἢ ἀποκεφαλιζόμενος; οὐχὶ οὕτως μέν· εἰ γενναίως πάσχει, καὶ προσκερδαίνων καὶ προσωφελούμενος ἀπέρχεται, ἐκεῖνος δὲ βλαπτόμενός ἐστιν ὁ τὰ οἰκτρότατα πάσχων καὶ αἴσχιστα, ὁ ἀντὶ ἀνθρώπου λύκος γινόμενος ἢ ἔχις ἢ σφήξ;
1.128
ἄγε οὖν ἐπέλθωμεν τὰ ὡμολογημένα. ὁ ἀκώλυτος ἄνθρωπος ἐλεύθερος, ᾧ πρόχειρα τὰ πράγματα ὡς βούλεται. ὃν δʼ ἔστιν ἢ κωλῦσαι ἢ ἀναγκάσαι ἢ ἐμποδίσαι ἢ ἄκοντα εἴς τι ἐμβαλεῖν, δοῦλός ἐστιν.
1.129
τίς δʼ ἀκώλυτος; ὁ μηδενὸς τῶν ἀλλοτρίων ἐφιέμενος. τίνα δʼ ἀλλότρια; ἃ οὐκ ἔστιν ἐφʼ ἡμῖν οὔτʼ ἔχειν οὔτε μὴ ἔχειν οὔτε ποιὰ ἔχειν ἢ πῶς ἔχοντα.
1.130
οὐκοῦν τὸ σῶμα ἀλλότριον, τὰ μέρη αὐτοῦ ἀλλότρια, ἡ κτῆσις ἀλλοτρία. ἂν οὖν τινι τούτων ὡς ἰδίῳ προσπαθῇς, δώσεις δίκας ἃς ἄξιον τὸν τῶν ἀλλοτρίων ἐφιέμενον.
1.131
αὕτη ἡ ὁδὸς ἐπʼ ἐλευθερίαν ἄγει, αὕτη μόνη ἀπαλλαγὴ δουλείας, μόνῃ τὸ δυνηθῆναί ποτʼ εἰπεῖν ἐξ ὅλης ψυχῆς τὸ ἄγου δέ μʼ, ὦ Ζεῦ, καὶ σύ γʼ ἡ Πεπρωμένη, ὅποι ποθʼ ὑμῖν εἰμι διατεταγμένος.