Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 4

7.30 μὴ γὰρ τὸ ἦθος ἐζήλωκα αὐτοῦ; ἀλλὰ τὴν παιδιὰν σῴζων ἔρχομαι πρὸς εμαὐτὸν καὶ ὑπηρετῶ, μέχρις ἂν ὅτου μηδὲν ἀβέλτερον κελεύῃ μηδʼ ἄρρυθμον. ἂν δέ μοι λέγῃ ἄπελθε ἐπὶ Λέοντα τὸν Σαλαμίνιον, λέγω αὐτῷ ζήτει ἄλλον· ἐγὼ γὰρ οὐκέτι παίζω.
7.31 ἄπαγε αὐτόν. ἀκολουθῶ ἐν παιδιᾷ. ἀλλʼ ἀφαιρεῖταί σου ὁ τράχηλος. ἐκείνου δʼ αὐτοῦ ἀεὶ ἐπιμένει, ὑμῶν δὲ τῶν πειθομένων; ἀλλʼ ἄταφος ῥιφήσῃ. εἰ ἐγώ εἰμι ὁ νεκρός, ῥιφήσομαι· εἰ δʼ ἄλλος εἰμὶ τοῦ νεκροῦ, κομψότερον λέγε, ὡς ἔχει τὸ πρᾶγμα, καὶ μὴ ἐκφόβει με.
7.32 τοῖς παιδίοις ταῦτα φοβερά ἐστι καὶ τοῖς ἀνοήτοις. εἰ δέ τις εἰς φιλοσόφου σχολὴν ἅπαξ εἰσελθὼν οὐκ οἶδεν, τί ἐστιν αὐτός, ἄξιός ἐστι φοβεῖσθαι καὶ κολακεύειν ὃ ὕστερον ἐκολάκευεν· εἰ μήπω μεμάθηκεν, ὅτι οὐκ ἔστι σὰρξ οὐδʼ ὀστᾶ οὐδὲ νεῦρα, ἀλλὰ τὸ τούτοις χρώμενον, τὸ καὶ διοικοῦν καὶ παρακολουθοῦν ταῖς φαντασίαις.
7.33 ναί· ἀλλʼ οἱ λόγοι οὗτοι καταφρονητὰς ποιοῦσι τῶν νόμων. — καὶ ποῖοι μᾶλλον λόγοι πειθομένους παρέχουσι τοῖς νόμοις τοὺς χρωμένους; νόμος δʼ οὐκ ἔστι τὰ ἐπὶ μωρῷ.
7.34 καὶ ὅμως ὅρα, πῶς καὶ πρὸς τούτους ὡς δεῖ ἔχοντας παρασκευάζουσιν, οἵ γε διδάσκουσιν μηδενὸς ἀντιποιεῖσθαι πρὸς αὐτούς, ἐν οἷς ἂν ἡμᾶς νικῆσαι δύνωνται.
7.35 περὶ τὸ σωμάτιον διδάσκουσιν ἐξίστασθαι, περὶ τὴν κτῆσιν ἐξίστασθαι, περὶ τὰ τέκνα, γονεῖς δʼ, ἀδελφούς, πάντων παραχωρεῖν, πάντα ἀφιέναι· μόνα τὰ δόγματα ὑπεξαιροῦνται, ἃ καὶ ὁ Ζεὺς ἐξαίρετα ἑκάστου εἶναι ἠθέλησεν.
7.36 ποία ἐνθάδε παρανομία, ποία ἀβελτερία; ὅπου κρείττων εἶ καὶ ἰσχυρότερος, ἐκεῖ σοι ἐξίσταμαι· ὅπου πάλιν ἐγὼ κρείττων, σὺ παραχώρει μοι. ἐμοὶ γὰρ μεμέληκεν, σοὶ δʼ οὔ.
7.37 σοὶ μέλει, πῶς ἐν ὀρθοστρώτοις οἰκῇς, ἔτι πῶς παῖδές σοι καὶ πιλλᾶτοι διακονῶσιν, πῶς ἐσθῆτα περίβλεπτον φορῇς, πῶς κυνηγοὺς πολλοὺς ἔχῃς, πῶς κιθαρῳδούς, τραγῳδούς.
7.38 μή τι ἀντιποιοῦμαι; μή τι οὖν δογμάτων σοι μεμέληκε; μή τι τοῦ λόγου τοῦ σεαυτοῦ; μή τι οἶδας, ἐκ τίνων μορίων συνέστηκεν, πῶς συνάγεται, τίς ἡ διάρθρωσις αὐτοῦ, τίνας ἔχει δυνάμεις καὶ ποίας τινάς;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme