Book 4
8.27
πάλιν γὰρ τοῦτο μωροῦ καὶ ἀλαζόνος ἐγὼ ἀπαθής εἰμι καὶ ἀτάραχος· μὴ ἀγνοεῖτε, ὦ ἄνθρωποι, ὅτι ὑμῶν κυκωμένων καὶ θορυβουμένων περὶ τὰ μηδενὸς ἄξια μόνος ἐγὼ ἀπήλλαγμαι πάσης ταραχῆς.
8.28
οὕτως οὐκ ἀρκεῖ σοι τὸ μηδὲν ἀλγεῖν, ἂν μὴ κηρύσσῃς συνέλθετε πάντες οἱ ποδαγρῶντες, οἱ κεφαλαλγοῦντες, οἱ πυρέσσοντες, οἱ χωλοί, οἱ τυφλοί, καὶ ἴδετέ με ἀπὸ παντὸς πάθους ὑγιᾶ;
8.29
τοῦτο κενὸν καὶ φορτικόν, εἰ μή τις ὡς ὁ Ἀσκληπιὸς εὐθὺς ὑποδεῖξαι δύνασαι, πῶς θεραπεύοντες εὐθὺς ἔσονται ἄνοσοι κἀκεῖνοι, καὶ εἰς τοῦτο φέρεις παράδειγμα τὴν ὑγίειαν τὴν σεαυτοῦ.
8.30
τοιοῦτος γάρ τίς ἐστιν ὁ Κυνικὸς τοῦ σκήπτρου καὶ διαδήματος ἠξιωμένος παρὰ τοῦ Διὸς καὶ λέγων ἵνʼ ἴδητε, ὦ ἄνθρωποι, ὅτι τὴν εὐδαιμονίαν καὶ ἀταραξίαν οὐχ ὅπου ἐστὶ ζητεῖτε,
8.31
ἀλλʼ ὅπου μή ἐστιν, ἰδοὺ ἐγὼ ὑμῖν παράδειγμα ὑπὸ τοῦ θεοῦ ἀπέσταλμαι μήτε κτῆσιν ἔχων μήτε οἶκον μήτε γυναῖκα μήτε τέκνα, ἀλλὰ μηδʼ ὑπόστρωμα μηδὲ χιτῶνα μηδὲ σκεῦος· καὶ ἴδετε, πῶς ὑγιαίνω· πειράθητέ μου κἂν ἴδητε ἀτάραχον, ἀκούσατε τὰ φάρμακα καὶ ὑφʼ ὧν ἐθεραπεύθην.
8.32
τοῦτο γὰρ ἤδη καὶ φιλάνθρωπον καὶ γενναῖον. ἀλλʼ ὁρᾶτε, τίνος ἔργον ἐστίν· τοῦ Διὸς ἢ ὃν ἂν ἐκεῖνος ἄξιον κρίνῃ ταύτης τῆς ὑπηρεσίας, ἵνα μηδαμοῦ μηδὲν παραγυμνώσῃ πρὸς τοὺς πολλούς, διʼ οὗ τὴν μαρτυρίαν τὴν αὑτοῦ, ἣν τῇ ἀρετῇ μαρτυρεῖ καὶ τῶν ἐκτὸς καταμαρτυρεῖ, αὐτὸς ἄκυρον ποιήσῃ· οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν δάκρυʼ ὀμορξάμενον.
8.33
καὶ οὐ μόνον ταῦτα, ἀλλʼ οὐδὲ ποθοῦντά τι ἢ ἐπιζητοῦντα, ἄνθρωπον ἢ τόπον ἢ διαγωγήν, ὡς τὰ παιδία τὸν τρυγητὸν ἢ τὰς ἀργίας, αἰδοῖ πανταχοῦ κεκοσμημένον, ὡς οἱ ἄλλοι τοίχοις καὶ θύραις καὶ θυρωροῖς.
8.34
νῦν δʼ αὐτὸ μόνον κινηθέντες πρὸς φιλοσοφίαν, ὡς οἱ κακοστόμαχοι πρός τι βρωμάτιον, ὃ μετὰ μικρὸν σικχαίνειν μέλλουσιν, εὐθὺς ἐπὶ τὸ σκῆπτρον, ἐπὶ τὴν βασιλείαν. καθεῖκε τὴν κόμην, ἀνείληφε τρίβωνα, γυμνὸν δεικνύει τὸν ὦμον, μάχεται τοῖς ἀπαντῶσιν κἂν ἐν φαινόλῃ τινὰ ἴδῃ, μάχεται αὐτῷ.
8.35
ἄνθρωπε, χειμάσκησον πρῶτον· ἰδοῦ σου τὴν ὁρμήν, μὴ κακοστομάχου ἢ κισσώσης γυναικός ἐστιν. ἀγνοεῖσθαι μελέτησον πρῶτον, τίς εἶ· σαυτῷ φιλοσόφησον ὀλίγον χρόνον.