Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 4

11.25 ἐγὼ μὲν νὴ τοὺς θεοὺς τὸν νέον τὸν πρώτως κινούμενον θέλω μᾶλλον ἐλθεῖν πρός με πεπλασμένον τὴν κόμην ἢ κατεφθινηκότα καὶ ῥυπαρόν. βλέπεται γάρ τις ἐν ἐκείνῳ τοῦ καλοῦ φαντασία, ἔφεσις δὲ τοῦ εὐσχήμονος. ὅπου δʼ αὐτὸν εἶναι φαντάζεται, ἐκεῖ καὶ φιλοτεχνεῖ.
11.26 λοιπὸν ὑποδεῖξαι μόνον αὐτῷ δεῖ καὶ εἰπεῖν νεανίσκε, τὸ καλὸν ζητεῖς καὶ εὖ ποιεῖς. ἴσθι οὖν, ὅτι ἐκεῖ φύεται, ὅπου τὸν λόγον ἔχεις· ἐκεῖ αὐτὸ ζήτει, ὅπου τὰς ὁρμὰς καὶ τὰς ἀφορμάς, ὅπου τὰς ὀρέξεις, τὰς ἐκκλίσεις.
11.27 τοῦτο γὰρ ἔχεις ἐν σεαυτῷ ἐξαίρετον, τὸ σωμάτιον δὲ φύσει πηλός ἐστιν. τί πονεῖς εἰκῇ περὶ αὐτό; εἰ μηδὲν ἕτερον, τῷ χρόνῳ γνώσῃ, ὅτι οὐδέν ἐστιν.
11.28 ἂν δέ μοι ἔλθῃ κεκοπρωμένος, ῥυπαρός, μύστακα ἔχων μέχρι τῶν γονάτων, τί αὐτῷ εἰπεῖν ἔχω, ἀπὸ ποίας αὐτὸν ὁμοιότητος ἐπαγαγεῖν;
11.29 περὶ τί γὰρ ἐσπούδακεν ὅμοιον τῷ καλῷ, ἵνʼ αὐτὸν μεταθῶ καὶ εἴπω οὐκ ἔστιν ἐνθάδε τὸ καλόν, ἀλλʼ ἐνθάδε; θέλεις αὐτῷ λέγω οὐκ ἔστιν ἐν τῷ κεκοπρῶσθαι τὸ καλόν, ἀλλʼ ἐν τῷ λόγῳ; ἐφίεται γὰρ τοῦ καλοῦ; ἔμφασιν γάρ τινα αὐτοῦ ἔχει; ἄπελθε καὶ χοίρῳ διαλέγου, ἵνʼ ἐν βορβόρῳ μὴ κυλίηται.
11.30 διὰ τοῦτο καὶ Πολέμωνος ἥψαντο οἱ λόγοι οἱ Ξενοκράτους ὡς φιλοκάλου νεανίσκου· εἰσῆλθεν γὰρ ἔχων ἐναύσματα τῆς περὶ τὸ καλὸν σπουδῆς, ἀλλαχοῦ δʼ αὐτὸ ζητῶν.
11.31 ἐπεί τοι οὐδὲ τὰ ζῷα τὰ ἀνθρώποις σύντροφα ῥυπαρὰ ἐποίησεν ἡ φύσις. μή τι ἵππος κυλίεται ἐν βορβόρῳ, μή τι κύων γενναῖος; ἀλλʼ ὁ ὗς καὶ τὰ σαπρὰ χηνίδια καὶ σκώληκες καὶ ἀράχναι, τὰ μακροτάτω τῆς ἀνθρωπίνης συναναστροφῆς ἀπεληλασμένα.
11.32 σὺ οὖν ἄνθρωπος ὢν οὐδὲ ζῷον εἶναι θέλεις τῶν ἀνθρώποις συντρόφων, ἀλλὰ σκώληξ μᾶλλον ἢ ἀράχνιον; οὐ λούσῃ πού ποτε ὡς θέλεις, οὐκ ἀποπλυνεῖς σεαυτόν, οὐχ ἥξεις καθαρός, ἵνα σοι χαίρωσιν οἱ συνόντες; ἀλλὰ καὶ εἰς τὰ ἱερὰ ἡμῖν συνέρχῃ τοιοῦτος, ὅπου πτῦσαι οὐ νενόμισται οὐδʼ ἀπομύξασθαι, ὅλος ὢν πτύσμα καὶ μύξα;
11.33 τί οὖν; καλλωπίζεσθαί τις ἀξιοῖ; μὴ γένοιτο, εἰ μὴ ἐκεῖνο ὃ πεφύκαμεν, τὸν λόγον, τὰ δόγματα, τὰς ἐνεργείας, τὸ δὲ σῶμα μέχρι τοῦ καθαρίου, μέχρι τοῦ μὴ προσκόπτειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme