Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 4

11.34 ἀλλʼ ἂν ἀκούσῃς, ὅτι οὐ δεῖ φορεῖν κόκκινα, ἀπελθὼν κόπρωσόν σου τὸν τρίβωνα ἢ κατάρρηξον. — ἀλλὰ πόθεν ἔχω καλὸν τρίβωνα; — ἄνθρωπε, ὕδωρ ἔχεις, πλῦνον αὐτόν.
11.35 ἰδοὺ νέος ἀξιέραστος, ἰδοὺ πρεσβύτης ἄξιος τοῦ ἐρᾶν καὶ ἀντερᾶσθαι, ᾧ τις υἱον αὑτοῦ παραδῷ θησόμενον, ᾧ θυγατέρες, ᾧ νέοι προσελεύσονται, ἂν οὕτως τύχῃ, ἵνα ἐν κοπρῶνι λέγῃ τὰς σχολάς.
11.36 μὴ γένοιτο. πᾶσα ἐκτροπὴ ἀπό τινος ἀνθρωπικοῦ γίνεται, αὕτη ἐγγύς ἐστι τῷ μὴ ἀνθρωπικὴ εἶναι.

περὶ προσοχῆς.

12.1 ὅταν ἀφῇς πρὸς ὀλίγον τὴν προσοχήν, μὴ τοῦτο φαντάζου, ὅτι, ὁπόταν θέλῃς, ἀναλήψῃ αὐτήν, ἀλλʼ ἐκεῖνο πρόχειρον ἔστω σοι, ὅτι παρὰ τὸ σήμερον ἁμαρτηθὲν εἰς τἆλλα χεῖρον ἀνάγκη σοι τὰ πράγματα ἔχειν.
12.2 πρῶτον μὲν γὰρ τὸ πάντων χαλεπώτατον ἔθος τοῦ μὴ προσέχειν ἐγγίνεται, εἶτα ἔθος τοῦ ἀναβάλλεσθαι τὴν προσοχήν· ἀιεὶ δʼ εἰς ἄλλον καὶ ἄλλον χρόνον εἴωθας ὑπερτίθεσθαι τὸ εὐροεῖν, τὸ εὐσχημονεῖν, τὸ κατὰ φύσιν ἔχειν καὶ διεξάγειν.
12.3 εἰ μὲν οὖν λυσιτελὴς ἡ ὑπέρθεσίς ἐστιν, ἡ παντελὴς ἀπόστασις αὐτῆς ἐστι λυσιτελεστέρα· εἰ δʼ οὐ λυσιτελεῖ, τί οὐχὶ διηνεκῆ τὴν προσοχὴν φυλάσσεις;
12.4 σήμερον παῖξαι θέλω. τί οὖν κωλύει προσέχοντα; ᾆσαι. τί οὖν κωλύει προσέχοντα; μὴ γὰρ ἐξαιρεῖταί τι μέρος τοῦ βίου, ἐφʼ ὃ οὐ διατείνει τὸ προσέχειν; χεῖρον γὰρ αὐτὸ προσέχων ποιήσεις, βέλτιον δὲ μὴ προσέχων;
12.5 καὶ τί ἄλλο τῶν ἐν τῷ βίῳ κρεῖσσον ὑπὸ τῶν μὴ προσεχόντων γίνεται; ὁ τέκτων μὴ προσέχων ; ὁ κυβερνήτης μὴ προσέχων κυβερνᾷ ἀσφαλέστερον; ἄλλο δέ τι τῶν μικροτέρων ἔργων ὑπὸ ἀπροσεξίας ἐπιτελεῖται κρεῖσσον;
12.6 οὐκ αἰσθάνῃ, ὅτι, ἐπειδὰν ἀφῇς τὴν γνώμην, οὐκ ἔτι ἐπὶ σοί ἐστιν ἀνακαλέσασθαι αὐτήν, οὐκ ἐπὶ τὸ εὔσχημον, οὐκ ἐπὶ τὸ αἰδῆμον, οὐκ ἐπὶ τὸ κατεσταλμένον; ἀλλὰ πᾶν τὸ ἐπελθὸν ποιεῖς, ταῖς προθυμίαις ἐπακολουθεῖς.
12.7 τίσιν οὖν δεῖ με προσέχειν;— πρῶτον μὲν ἐκείνοις τοῖς καθολικοῖς καὶ ἐκεῖνα πρόχειρα ἔχειν καὶ χωρὶς ἐκείνων μὴ καθεύδειν, μὴ ἀνίστασθαι, μὴ πίνειν, μὴ ἐσθίειν, μὴ συμβάλλειν ἀνθρώποις· ὅτι προαιρέσεως ἀλλοτρίας κύριος οὐδείς, ἐν ταύτῃ δὲ μόνῃ τἀγαθὸν καὶ κακόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme