Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 4

13.19 εἰ δὲ καὶ πιστεύεις ἐμοί, δῆλον ὅτι ὡς πιστῷ καὶ αἰδήμονι, οὐχ ὅτι σοὶ τὰ ἐμαυτοῦ ἐξεῖπον.
13.20 ἄφες οὖν, ἵνα κἀγὼ ταὐτὰ ὑπολάβω. δεῖξόν μοι, ὅτι, ἄν τις τινὶ τὰ αὑτοῦ ἐξείπῃ, ἐκεῖνος πιστός ἐστι καὶ αἰδήμων. εἰ γὰρ τοῦτο ἦν, ἐγὼ περιερχόμενος πᾶσιν ἀνθρώποις τὰ ἐμαυτοῦ ἂν ἔλεγον, εἰ τούτου ἕνεκα ἔμελλον πιστὸς καὶ αἰδήμων ἔσεσθαι. τὸ δʼ ἐστὶν οὐ τοιοῦτον, ἀλλὰ δογμάτων δεῖ οὐχ ὧν ἔτυχεν.
13.21 ἂν γοῦν τινα ἴδῃς περὶ τὰ ἀπροαίρετα ἐσπουδακότα καὶ τούτοις ὑποτεταχότα τὴν αὑτοῦ προαίρεσιν, ἴσθι ὅτι ὁ ἄνθρωπος οὗτος μυρίους ἔχει τοὺς ἀναγκάζοντας, τοὺς κωλύοντας.
13.22 οὐκ ἔστιν αὐτῷ χρεία πίσσης ἢ τροχοῦ πρὸς τὸ ἐξειπεῖν ἃ οἶδεν, ἀλλὰ παιδισκαρίου νευμάτιον, ἂν οὕτως τύχῃ, ἐκσείσει αὐτόν, Καισαριανοῦ φιλοφροσύνη, ἀρχῆς ἐπιθυμία, κληρονομίας, ἄλλα τούτοις ὅμοια τρισμύρια.
13.23 μεμνῆσθαι οὖν ἐν τοῖς καθόλου, ὅτι οἱ ἀπόρρητοι λόγοι πίστεως χρείαν ἔχουσι καὶ δογμάτων τοιούτων· ταῦτα δὲ ποῦ νῦν εὑρεῖν ῥᾳδίως;
13.24 ἢ δειξάτω μοί τις τὸν οὕτως ἔχοντα, ὥστε λέγειν ἐμοὶ μόνων μέλει τῶν ἐμῶν, τῶν ἀκωλύτων, τῶν φύσει ἐλευθέρων. ταύτην οὐσίαν ἔχω τοῦ ἀγαθοῦ, τὰ δὲ ἄλλα γινέσθω ὡς ἂν διδῶται· οὐ διαφέρομαι.
← Previous 55 / 55

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme