Thesauros Literature Philosophy Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Book 4

1.57 καὶ μή μοι πάππους αὐτοῦ καὶ προπάππους βλέπε καὶ ὠνὴν ζήτει καὶ πρᾶσιν, ἀλλʼ ἂν ἀκούσῃς λέγοντος ἔσωθεν καὶ ἐκ πάθους κύριε, κἂν δώδεκα ῥάβδοι προάγωσιν, λέγε δοῦλον· κἂν ἀκούσῃς λέγοντος τάλας ἐγώ, οἷα πάσχω, λέγε δοῦλον· ἂν ἁπλῶς ἀποκλαιόμενον ἴδῃς, μεμφόμενον, δυσροοῦντα, λέγε δοῦλον περιπόρφυρον ἔχοντα.
1.58 ἂν οὖν μηδὲν τούτων ποιῇ, μήπω εἴπῃς ἐλεύθερον, ἀλλὰ τὰ δόγματα αὐτοῦ κατάμαθε, μή τι ἀναγκαστά, μή τι κωλυτικά, μή τι δυσροητικά· κἂν εὕρῃς τοιοῦτον, λέγε δοῦλον ἀνοχὰς ἔχοντα ἐν Σατουρναλίοις· λέγε, ὅτι ὁ κύριος αὐτοῦ ἀποδημεῖ· εἶθʼ ἥξει καὶ γνώσῃ οἷα πάσχει.
1.59 — τίς ἥξει; — πᾶς ὃς ἂν ἐξουσίαν ἔχῃ τῶν ὑπʼ αὐτοῦ τινος θελομένων πρὸς τὸ περιποιῆσαι ταῦτα ἢ ἀφελέσθαι. — οὕτως οὖν πολλοὺς κυρίους ἔχομεν; — οὕτως. τὰ γὰρ πράγματα προτέρους τούτων κυρίους ἔχομεν· ἐκεῖνα δὲ πολλά ἐστιν. διὰ ταῦτα ἀνάγκη καὶ τοὺς τούτων τινὸς ἔχοντας ἐξουσίαν κυρίους εἶναι·
1.60 ἐπεί τοι οὐδεὶς αὐτὸν τὸν Καίσαρα φοβεῖται, ἀλλὰ θάνατον, φυγήν, ἀφαίρεσιν τῶν ὄντων, φυλακήν, ἀτιμίαν. οὐδὲ φιλεῖ τις τὸν Καίσαρα, ἂν μή τι ᾖ πολλοῦ ἄξιος, ἀλλὰ πλοῦτον φιλοῦμεν, δημαρχίαν, στρατηγίαν, ὑπατείαν. ὅταν ταῦτα φιλῶμεν καὶ μισῶμεν καὶ φοβώμεθα, ἀνάγκη τοὺς ἐξουσίαν αὐτῶν ἔχοντας κυρίους ἡμῶν εἶναι. διὰ τοῦτο καὶ ὡς θεοὺς αὐτοὺς προσκυνοῦμεν·
1.61 ἐννοοῦμεν γάρ, ὅτι τὸ ἔχον ἐξουσίαν τῆς μεγίστης ὠφελείας θεῖόν ἐστιν, εἶθʼ ὑποτάσσομεν κακῶς οὗτος δʼ ἔχει τῆς μεγίστης ὠφελείας· θεῖόν ἐστιν. εἶθʼ ὑποτάσσομεν κακῶς, οὗτος δʼ ἔχει τῆς μεγίστης ὠφελείας ἐξουσίαν. ἀνάγκη καὶ τὸ γενόμενον ἐξ αὐτῶν ἐπενεχθῆναι κακῶς.
1.62 τί οὖν ἐστι τὸ ποιοῦν ἀκώλυτον τὸν ἄνθρωπον καὶ αὐτεξούσιον; πλοῦτος γὰρ οὐ ποιεῖ οὐδʼ ὑπατεία οὐδʼ ἐπαρχία οὐδὲ βασιλεία, ἀλλὰ δεῖ τι ἄλλο εὑρεθῆναι.
1.63 τί οὖν ἐστι τὸ ἐν τῷ γράφειν ἀκώλυτον ποιοῦν καὶ ἀπαραπόδιστον; — ἡ ἐπιστήμη τοῦ γράφειν. — τί δʼ ἐν τῷ κιθαρίζειν; — ἡ ἐπιστήμη τοῦ κιθαρίζειν. — οὐκοῦν καὶ ἐν τῷ βιοῦν ἡ ἐπιστήμη τοῦ βιοῦν.
1.64 ὡς μὲν οὖν ἁπλῶς, ἀκήκοας· σκέψαι δʼ αὐτὸ καὶ ἐκ τῶν ἐπὶ μέρους. τὸν ἐφιέμενόν τινος τῶν ἐπʼ ἄλλοις ὄντων ἐνδέχεται ἀκώλυτον εἶναι; — οὔ. — ἐνδέχεται ἀπαραπόδιστον;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme