Book 4
1.75
— οὐδὲ τοῦτο· ἀλλὰ ὀρεγόμενόν με κωλύσει τυχεῖν οὗ ὀρέγομαι. — ἂν τῶν σῶν τινος ὀρέγῃ καὶ τῶν ἀκωλύτων, πῶς σε κωλύσει; — οὐδαμῶς. — τίς οὖν σοι λέγει, ὅτι ὁ τῶν ἀλλοτρίων ὀρεγόμενος ἀκώλυτός ἐστιν;
1.76
Ὑγείας οὖν μὴ ὀρέγωμαι;— μηδαμῶς, μηδʼ ἄλλου ἀλλοτρίου μηδενός.
1.77
ὃ γὰρ οὐκ ἔστιν ἐπὶ σοὶ παρασκευάσαι ἢ τηρῆσαι ὅτε θέλεις, τοῦτο ἀλλότριόν ἐστιν. μακρὰν ἀπʼ αὐτοῦ οὐ μόνον τὰς χεῖρας, ἀλλὰ πολὺ πρότερον τὴν ὄρεξιν· εἰ δὲ μή, παρέδωκας σαυτὸν δοῦλον, ὑπέθηκας τὸν τράχηλον, ἂν θαυμάσῃς τῶν τι μὴ σῶν ᾧ τινι ἂν τῶν ὑπευθύνων καὶ θνητῶν προσπαθῇς. — ἡ χεὶρ οὐκ ἔστιν ἐμή;
1.78
— μέρος ἐστὶ σόν, φύσει δὲ πηλός, κωλυτόν, ἀναγκαστόν, δοῦλον παντὸς τοῦ ἰσχυροτέρου.
1.79
καὶ τί σοι λέγω χεῖρα; ὅλον τὸ σῶμα οὕτως ἔχειν σε δεῖ ὡς ὀνάριον ἐπισεσαγμένον, ἐφʼ ὅσον ἂν οἷόν τε ᾖ, ἐφʼ ὅσον ἂν διδῶται· ἂν δʼ ἀγγαρεία ᾖ καὶ στρατιώτης ἐπιλάβηται, ἄφες, μὴ ἀντίτεινε μηδὲ γόγγυζε. εἰ δὲ μή, πληγὰς λαβὼν οὐδὲν ἧττον ἀπολεῖς καὶ τὸ ὀνάριον.
1.80
ὅταν δὲ πρὸς τὸ σῶμα οὕτως ἔχειν σε δέῃ, ὅρα, τί ἀπολείπεται περὶ τὰ ἄλλα, ὅσα τοῦ σώματος ἕνεκα παρασκευάζεται. ὅταν ἐκεῖνο ὀνάριον ᾖ, τἆλλα γίνεται χαλινάρια τοῦ ὀναρίου, σαγμάτια, ὑποδημάτια, κριθαί, χόρτος. ἄφες κἀκεῖνα, ἀπόλυε θᾶττον καὶ εὐκολώτερον ἢ τὸ ὀνάριον.
1.81
καὶ ταύτην τὴν παρασκευὴν παρασκευασάμενος καὶ τὴν ἄσκησιν ἀσκήσας τὰ ἀλλότρια ἀπὸ τῶν ἰδίων διακρίνειν, τὰ κωλυτὰ ἀπὸ τῶν ἀκωλύτων, ταῦτα πρὸς σαυτὸν ἡγεῖσθαι, ἐκεῖνα μὴ πρὸς σαυτόν, ἐνταῦθα ἐπιστρόφως ἔχειν τὴν ὄρεξιν, ἐνταῦθα τὴν ἔκκλισιν, μή τι ἔτι φοβῇ τινα;
1.82
— οὐδένα. — περὶ τίνος γὰρ φοβήσῃ; περὶ τῶν σεαυτοῦ, ὅπου σοι ἡ οὐσία τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ; καὶ τίς τούτων ἐξουσίαν ἔχει; τίς ἀφελέσθαι αὐτὰ δύναται, τίς ἐμποδίσαι; οὐ μᾶλλον ἢ τὸν θεόν.
1.83
ἀλλʼ ὑπὲρ τοῦ σώματος καὶ τῆς κτήσεως; ὑπὲρ τῶν ἀλλοτρίων; ὑπὲρ τῶν οὐδὲν πρὸς σέ; καὶ τί ἄλλο ἐξ ἀρχῆς ἐμελέτας ἢ διακρίνειν τὰ σὰ καὶ οὐ σά, τὰ ἐπὶ σοὶ καὶ οὐκ ἐπὶ σοί, τὰ κωλυτὰ καὶ ἀκώλυτα; τίνος δὲ ἕνεκα προσῆλθες τοῖς φιλοσόφοις; ἵνα μηδὲν ἧττον ἀτυχῇς καὶ δυστυχῇς;