Thesauros Literature Philosophy Gnomologium Epicteteum (e Stobaei libris 3-4)

Gnomologium Epicteteum (e Stobaei libris 3-4)

Gnomologium Epicteteum (e Stobaei libris 3-4) Epictetus
13 ὥσπερ ἐπὶ σμικροῦ σκίμποδος θλιβόμενον ὑγιαίνειν ἄμεινον ἢ ἐπὶ πλατείας κλίνης κυλινδούμενον νοσεῖν, οὕτω καὶ ἐν μικρᾷ περιουσίᾳ βέλτιον συστελλόμενον εὐθυμεῖν ἢ ἐν μεγάλῃ τυγχάνοντα δυσθυμεῖν.
14 οὐ πενία λύπην ἐργάζεται, ἀλλὰ ἐπιθυμία· οὐδὲ πλοῦτος φόβου ἀπαλλάττει, ἀλλὰ λογισμός. κτησάμενος τοιγαροῦν τὸν λογισμὸν οὔτε πλούτου ἐπιθυμήσεις οὔτε πενίαν μέμψῃ.
15 οὔτε ἵππος ἐπὶ φάτνῃ καὶ φαλάροις καὶ τάπησιν οὔτε ὄρνις ἐπὶ βρώμῃ καὶ καλιᾷ ὑψοῦται καὶ γαυριᾷ, ἀλλʼ ἄμφω ἐπὶ ὠκύτητι, ὁ μὲν ποδῶν, ὁ δὲ πτερῶν. καὶ σὺ τοιγαροῦν μὴ ἐπὶ τροφῇ καὶ σκέπῃ καὶ ἁπλῶς τῇ ἔξωθεν περιουσίᾳ μέγα ὀγκύλλου, ἀλλʼ ἐπὶ χρηστότητι καὶ εὐποιίᾳ.
16 τὸ καλῶς ζῆν τοῦ πολυτελῶς διαφέρει· τὸ μὲν γὰρ ἐκ σωφροσύνης καὶ αὐταρκείας καὶ εὐταξίας καὶ κοσμιότητος καὶ εὐτελείας παραγίνεται, τὸ δὲ ἐξ ἀκολασίας καὶ τρυφῆς καὶ ἀταξίας καὶ ἀκοσμίας· τέλος δὲ τοῦ μὲν ἔπαινος ἀληθής, τοῦ δὲ ψόγος. εἰ τοίνυν βούλει καλῶς ζῆν, μὴ ζήτει μετὰ πολυτελείας ἐπαινεῖσθαι.
17 μέτρον ἔστω σοι παντὸς σίτου καὶ ποτοῦ ἡ πρώτη τῆς ὀρέξεως ἔμπλησις, ὄψον δὲ καὶ ἡδονὴ αὐτὴ ἡ ὄρεξις· καὶ οὔτε πλείονα τῶν δεόντων προσοίσῃ οὔτε ὀψοποιῶν δεηθήσῃ ποτῷ τε τῷ παραπεσόντι ἀρκεσθήσῃ.
18 τὰς σιτήσεις ποιοῦ μὴ πολυτελεῖς καὶ σκυθρωπάς, ἀλλὰ λαμπρὰς καὶ εὐτελεῖς, ἵνα μήτε διὰ τὰ σωματικὰ αἱ ψυχαὶ ταράττωνται μήτε φενακιζόμεναι πρὸς τῶν ἡδονῶν τῶν σωματικῶν ὀλιγωρῶσιν, ἔπειτα βλάπτωνται τρυφῶντα μὲν παραυτίκα, νοσοῦντα δὲ εἰσαῦθις τὰ σώματα.
19 φρόντιζε, ὅπως σε μὴ τὰ ἐν τῇ γαστρὶ σιτία ἐπαίρῃ, ἀλλʼ ἡ ἐν τῇ ψυχῇ εὐφρασία· ἐπεὶ τὰ μὲν ἀποσκυβαλίζεται καὶ συνεκρεῖ ὁ † ἔπαινος, ἡ δέ, κἂν ἡ ψυχὴ χωρισθῇ, διὰ παντὸς ἀκήρατος μένει.
20 ἐν ταῖς ἑστιάσεσι μέμνησο, ὅτι δύο ὑποδέχῃ, σῶμα καὶ ψυχήν, καὶ ὅ τι ἂν τῷ σώματι δῷς, τοῦτο εὐθὺς ἐξέχεας, ὅ τι δʼ ἂν τῇ ψυχῇ, διὰ παντὸς τηρεῖς.
21 μὴ συγκεράσας ἅμα ὀργὴν πολυτελείᾳ προσενέγκῃς. πολυτέλεια μὲν ἐμπηδήσασα τῷ σώματι μετʼ οὐ πολὺ οἴχεται, ἡ δὲ ὀργὴ ἐνδῦσα τῇ ψυχῇ ἐπὶ τὸ μήκιστον μένει. σκόπει τοιγαροῦν, ὅπως μὴ ὑπʼ ὀργῆς ἐξαχθεὶς τοὺς δαιτυμόνας πολυτελῶς ὑβρίσῃς, ἀλλὰ μᾶλλον μεθʼ ἡμερότητος εὐτελῶς εὐφράνῃς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme