Thesauros Literature Philosophy Ad Se Ipsum

Ad Se Ipsum

Ad Se Ipsum Marcus Aurelius Emperor of Rome 121-180

Book 8

14.1 Ὧι ἂν ἐντυγχάνῃς, εὐθὺς σαυτῷ πρόλεγε· οὖτος τίνα δόγματα ἔχει περὶ ἀγαθῶν καὶ κακῶν; εἰ γὰρ περὶ ἡδονῆς καὶ πόνου καὶ τῶν ποιητικῶν ἑκατέρου καὶ περὶ δόξης, ἀδοξίας, θανάτου, ζωῆς, τοιάδε τινὰ δόγματα ἔχει, οὐδὲν θαυμαστὸν· ἢ ξένον μοι δόξει, ἐὰν τάδε τινὰ ποιῇ, καὶ μεμνήσομαι ὅτι ἀναγκάζεται οὕτως ποιεῖν.
15.1 Μέμνησο ὅτι, ὥσπερ αἰσχρόν ἐστι ξενίζεσθαι, εἰ ἡ συκῆ σῦκα φέρει, οὕτως, εἰ ὁ κόσμος τάδε τινὰ φέρει ὧν ἐστι φορός· καὶ ἰατρῷ δὲ καὶ κυβερνήτῃ αἰσχρὸν ξενίζεσθαι, εἰ πεπύρεχεν οὗτος ἢ εἰ ἀντίπνοια γέγονεν.
16.1 Μέμνησο ὅτι καὶ τὸ μετατίθεσθαι καὶ ἕπεσθαι τῷ διορθοῦντι ὁμοίως ἐλεύθερόν ἐστι· σὴ γὰρ ἐνέργεια κατὰ τὴν σὴν ὁρμὴν καὶ κρίσιν καὶ δὴ καὶ κατὰ νοῦν τὸν σὸν περαινομένη.
17.1 Εἰ μὲν ἐπὶ ·σοί, τί αὐτὸ ποιεῖς; εἰ δὲ ἐπ’ ἄλλῳ, τίνι μέμφῃ; ταῖς ἀτόμοις ἢ τοῖς θεοῖς; ἀμφότερα μανιώδη. Οὐδενὶ μεμπτέον. εἰ μὲν γὰρ δύνασαι, διόρθωσον· εἰ δὲ τοῦτο μὴ δύνασαι, τό γε πρᾶγμα αὐτό· εἰ δὲ μηδὲ τοῦτο, πρὸς τί ἔτι σοι φέρει τὸ μέμψασθαι; εἰκῇ γὰρ οὐδὲν ποιητέον.
18.1 Ἔξω τοῦ κόσμου τὸ ἀποθανὸν οὐ πίπτει. εἰ ὧδε μένει καὶ μεταβάλλει ὧδε καὶ διαλύεται εἰς τὰ ἴδια, ἃ στοιχεῖά ἐστι τοῦ κόσμου καὶ σά. καὶ αὐτὰ δὲ μεταβάλλει καὶ οὐ γογγύζει.
19.1 Ἕκαστον πρός τι γέγονεν, ἵππος, ἄμπελος. τί θαυμάζεις; καὶ ὁ Ἥλιος ἐρεῖ· πρός τι ἔργου γέγονα, καὶ οἱ λοιποὶ θεοί. σὺ οὖν πρὸς τί; τὸ ἥδεσθαι; ἴδε εἰ ἀνέχεται ἡ ἔννοια.
20.1 Ἡ φύσις ἐστόχασται ἑκάστου οὐδέν τι ἔλασσον τῆς ἀπολήξεως ἢ τῆς ἀρχῆς τε καὶ διεξαγωγῆς, ὡς ὁ ἀναβάλλων τὴν σφαῖραν· τί οὖν ἀγαθὸν τῷ σφαιρίῳ ἀναφερομένῳ ἢ κακὸν καταφερομένῳ ἢ καὶ πεπτωκότι; τί δὲ ἀγαθὸν τῇ πομφόλυγι συνεστώσῃ ἢ κακὸν διαλυθείσῃ; τὰ ὅμοια δὲ καὶ ἐπὶ λύχνου.
21.1 Ἔκστρεψον καὶ θέασαι οἷόν ἐστι, γηρᾶσαν δὲ οἷον γίνεται, νοσῆσαν δέ, πορνεῦσαν.
21.1 Βραχύβιον καὶ ὁ ἐπαινῶν καὶ ὁ ἐπαινούμενος καὶ ὁ μνημονεύων καὶ ὁ μνημονευόμενος. προσέτι δὲ καὶ ἐν γωνίᾳ τούτου τοῦ κλίματος καὶ οὐδὲ ἐνταῦθα πάντες συμφωνοῦσι καὶ οὐδὲ αὐτός τις ἑαυτῷ· καὶ ὅλη δὲ ἡ γῆ στιγμή.
22.1 Πρόσεχε τῷ ὑποκειμένῳ ἢ τῷ δόγματι ἢ τῇ ἐνεργείᾳ ἢ τῷ σημαινομένῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme