Book 8
22.1
Δικαίως ταῦτα πάσχεις· μᾶλλον δὲ θέλεις ἀγαθὸς αὔριον γενέσθαι ἢ σήμερον εἶναι.
23.1
Πράσσω τι; πράσσω ἐπ’ ἀνθρώπων εὐποιίαν ἀναφέρων. συμβαίνει τί μοι; δέχομαι ἐπὶ τοὺς θεοὺς ἀναφέρων καὶ τὴν πάντων πηγήν, ἀφ’ ἧς πάντα τὰ γινόμενα συμμηρύεται.
24.1
Ὁποῖόν σοι φαίνεται τὸ λούεσθαι· ἔλαιον, ἱδρώς, ῥύπος, ὕδωρ γλοιῶδες, πάντα σικχαντά· τοιοῦτον πᾶν μέρος τοῦ βίου καὶ πᾶν ὑποκείμενον.
25.1
Λούκιλλα Οὐῆρον, εἶτα Λούκιλλα· Σέκουνδα Μάξιμον, εἶτα Σέκουνδα· Ἐπιτύγχανος Διότιμον, εἶτα Ἐπιτύγχανος· Φαυστῖναν Ἀντωνῖνος, εἶτα Ἀντωνῖνος. τοιαῦτα πάντα· Κέλερ Ἁδριανόν, εἶτα Κέλερ. οἱ δὲ δριμεῖς ἐκεῖνοι ἢ προγνωστικοὶ ἢ τετυφωμένοι ποῦ; οἷον, δριμεῖς μὲν Χάραξ καὶ Δημήτριος ὁ Πλατωνικὸς καὶ Εὐδαίμων καὶ εἴ τις τοιοῦτος. πάντα ἐφήμερα, τεθνηκότα πάλαι· ἔνιοι μὲν οὐδὲ ἐπ’ ὀλίγον μνημονευθέντες, οἱ δὲ εἰς μύθους μεταβαλόντες, οἱ δὲ ἤδη καὶ ἐκ μύθων ἐξίτηλοι. τούτων οὖν μεμνῆσθαι ὅτι δεήσει ἤτοι σκεδασθῆναι τὸ συγκριμάτιόν σου ἢ σβεσθῆναι τὸ πνευμάτιον ἢ μεταστῆναι καὶ ἀλλαχοῦ καταταχθῆναι.
26.1
Εὐφροσύνη ἀνθρώπου ποιεῖν τὰ ἴδια ἀνθρώπου, ἴδιον δὲ ἀνθρώπου εὔνοια πρὸς τὸ ὁμόφυλον, ὑπερόρασις τῶν αἰσθητικῶν κινήσεων, διάκρισις τῶν πιθανῶν φαντασιῶν, ἐπιθεώρησις τῆς τῶν ὅλων φύσεως καὶ τῶν κατ̓ αὐτὴν γινομένων.
27.1
Τρεῖς σχέσεις· ἡ μὲν πρὸς τὸ ἀγγεῖον τὸ περικείμενον, ἡ δὲ πρὸς τὴν θείαν αἰτίαν, ἀφ’ ἧς συμβαίνει πᾶσι πάντα, ἡ δὲ πρὸς τοὺς συμβιοῦντας.
28.1
Ὁ πόνος ἤτοι τῷ σώματι κακόν· οὐκοῦν ἀποφαινέσθω· ἢ τῇ ψυχῇ· ἀλλ’ ἔξεστιν αὐτῇ τὴν ἰδίαν αἰθρίαν καὶ γαλήνην διαφυλάσσειν καὶ μὴ ὑπολαμβάνειν ὅτι κακόν. πᾶσα γὰρ κρίσις καὶ ὁρμὴ καὶ ὄρεξις καὶ ἔκκλισις ἔνδον καὶ οὐδὲν ὧδε ἀναβαίνει.
29.1
Ἐξάλειφε τὰς φαντασίας συνεχῶς σεαυτῷ λέγων· νῦν ἐπ’ ἐμοί ἐστιν ἵνα ἐν ταύτῃ τῇ ψυχῇ μηδεμία πονηρία ᾖ μηδὲ ἐπιθυμία μηδὲ ὅλως ταραχή τις, ἀλλὰ βλέπων πάντα ὁποῖά ἐστι χρῶμαι ἑκάστῳ κατ’ ἀξίαν. μέμνησο ταύτης τῆς ἐξουσίας κατὰ φύσιν.
30.1
Λαλεῖν καὶ ἐν συγκλήτῳ καὶ πρὸς πάνθ’ ὁντινοῦν κοσμίως, μὴ περιτράνως· ὑγιεῖ λόγῳ χρῆσθαι.