Thesauros Literature Philosophy Ad Se Ipsum

Ad Se Ipsum

Ad Se Ipsum Marcus Aurelius Emperor of Rome 121-180

Book 8

49.1 Μηδὲν πλέον σαυτῷ λέγε ὧν αἱ προηγούμεναι φαντασίαι ἀναγγέλλουσιν. ἤγγελται ὅτι ὁ δεῖνά σε κακῶς λέγει. ἤγγελται τοῦτο· τὸ δέ, ὅτι βέβλαψαι, οὐκ ἤγγελται. βλέπω ὅτι νοσεῖ τὸ παιδίον. βλέπω· ὅτι δὲ κινδυνεύει, οὐ βλέπω. οὕτως οὖν μένε ἀεὶ ἐπὶ τῶν πρώτων φαντασιῶν καὶ μηδὲν αὐτὸς ἔνδοθεν ἐπίλεγε καὶ οὐδέν σοι γίνεται· μᾶλλον δὲ ἐπίλεγε ὡς γνωρίζων ἕκαστα τῶν ἐν τῷ κόσμῳ συμβαινόντων.
50.1 Σίκυος πικρός; ἄφες. βάτοι ἐν τῇ ὁδῷ; ἔκκλινον. ἀρκεῖ, μὴ προσεπείπῃς· τί δὲ καὶ ἐγένετο ταῦτα ἐν τῷ κόσμῳ; ἐπεὶ καταγελασθήσῃ ὑπὸ ἀνθρώπου φυσιολόγου, ὡς ἂν καὶ ὑπὸ τέκτονος καὶ σκυτέως γελασθείης καταγινώσκων ὅτι ἐν τῷ ἐργαστηρίῳ ξέσματα καὶ περιτμήματα τῶν κατασκευαζομένων ὁρᾷς. καίτοι ἐκεῖνοί γε ἔχουσι ποῦ αὐτὰ ῥίψωσιν, ἡ δὲ τῶν ὅλων φύσις ἔξω οὐδὲν ἔχει, ἀλλὰ τὸ θαυμαστὸν τῆς τέχνης ταύτης ἐστὶν ὅτι περιορίσασα ἑαυτὴν πᾶν τὸ ἔνδον διαφθείρεσθαι καὶ γηράσκειν καὶ ἄχρηστον εἶναι δοκοῦν εἰς ἑαυτὴν μεταβάλλει, καὶ ὅτι πάλιν ἄλλα νεαρὰ ἐκ τούτων αὐτῶν ποιεῖ, ἵνα μήτε οὐσίας ἔξωθεν χρῄζῃ μήτε ὅπου ἐκβάλῃ τὰ σαπρότερα προσδέηται. ἀρκεῖται οὖν καὶ χώρᾳ τῇ ἑαυτῆς καὶ ὕλῃ τῇ ἑαυτῆς καὶ τέχνῃ τῇ ἰδίᾳ.
51.1 Μήτε ἐν ταῖς πράξεσιν ἐπισύρειν μήτε ἐν ταῖς ὁμιλίαις φύρειν μήτε ἐν ταῖς φαντασίαις ἀλᾶσθαι μήτε τῇ ψυχῇ καθάπαξ συνέλκεσθαι ἢ ἐκθόρνυσθαι μήτε ἐν τῷ βίῳ ἀσχολεῖσθαι.
51.1 Κτείνουσι, κρεανομοῦσι, κατάραις ἐλαύνουσι. τί οὖν ταῦτα πρὸς τὸ τὴν διάνοιαν μένειν καθαράν, φρενήρη, σώφρονα, δικαίαν; οἷον εἴ τις παραστὰς πηγῇ διαυγεῖ καὶ γλυκείᾳ βλασφημοίη αὐτήν, ἡ δὲ οὐ παύεται πότιμον ἀναβλύζουσα· κἂν πηλὸν ἐμβάλῃ, κἂν κοπρίαν, τάχιστα διασκεδάσει αὐτὰ καὶ ἐκκλύσει καὶ οὐδαμῶς βαφήσεται. πῶς οὖν πηγὴν ἀέναον ἕξεις καὶ μὴ φρέαρ; ἂν φυλάσσῃς σεαυτὸν πάσης ὥρας εἰς ἐλευθερίαν μετὰ τοῦ εὐμενῶς καὶ ἁπλῶς καὶ αἰδημόνως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme