1
ἔπειτα τοὺς ἡγεμόνας ἀθροίζουσϊν ἐπελθόντε̈ς τὴν Ἑλλάδα· καὶ μαίνεσθαι προσποιησάμενον τὸν Ὀδϋσσέα ἐπὶ τῶ μὴ θέλειν συνστρατεύεσθαι ἐφώρασαν· Παλαμήδους ὑ̈ποθεμένου τὸν υἱὸν Τηλέμαχον ἐπὶ κόλασιν ἐξαρπάσαντες·
1
καὶ μετα ταῦτα συνελθόντες εἰς Αὐλίδα θύουσι· καὶ τὰ περὶ τὸν δράκοντα καὶ τοὺς στρουθοὺς γενόμενα δείκνυται· καὶ Κάλχας περὶ τῶν ἀποβησομένων προλέγει αὐτοῖς.
1
ἔπειτα ἀναχθέντες Τευθρανία προσίσχουσι· καὶ ταύτην ὡς Ἴ̈λιον ἐπόρθουν· Τήλεφος δὲ ἐκβοηθείας Θέρσανδρόν τε τὸν Πολυνείκους κτείνει· καὶ αὐτὸς ὑπὸ Ἀχϊλλέως τιτρώσκεται·
1
ἀποπλέουσι δὲ αὐτοῖς ἐκ τῆς Μϋσίας χειμὼν ἐπιπίπτει καὶ διασκεδάννυνται· Ἀχϊλλεὺς δὲ Σκύρῶ προσσχὼν γαμεῖ τὴν Λυκομήδους θυγατέρα Δηϊδάμειαν·
1
ἔπειτα Τήλεφον κτὰ κατὰ μαντείαν παραγενόμενον εἰς Ἄργος ἰ̈ᾶται Ἀχϊλλεὺς ὡς ἡγεμόνα γενησόμενον τοῦτ’ ἐπ' Ἴλιον πλοῦ,
1
καὶ τὸ δεύτερον ἠθροισμένου τοῦ στόλου ἐν Αὐλίδι· Ἀγαμέμνων ἐπὶ θήρας βαλὼν ἔλαφον, ὑπερβάλλειν ἔφησε καὶ τὴν Ἄρτεμιν. μῃνίσασα δὲ ἡ θεὸς, ἐπέσχεν αὐτοὺς τοῦ πλοῦ, χειμῶνας ἐπιπέμπουσα· Κάλχαντος δὲ εἰπόντος τὴν τῆς θεοῦ μῆνιν καὶ Ἰφιγένειαν κελεύσαντος θύειν τῇ Ἀρτέμιδι, ὡς ἐπὶ γάμον αὐτὴ Ἀχϊλλεῖ μεταπεμψάμενοι, θύειν ἐπιχειροῦσιν· Ἄρτεμις δὲ αὐτὴν ἐξαρπάσασα, εἰς Ταύρους μετακομίζει· καὶ ἀθάνατον ποιεῖ· ἔλαφον δὲ ἀντὶ τῆς κόρης παρίστησι τῷ βωμῷ·
1
ἔπειτα, κταπλέουσιν καταπλέουσιν εἰς Τένεδον· καὶ εὐωχουμένων αὐτῶν Φιλοκτήτης ὑ̈φ' ὕδρου πληγεὶς διὰ τὴν δυσοσμίαν ἐν Λήμνῳ κτελείφθη κατελείφθη · καὶ Ἀχϊλλεὺς ὕ̈στερος κληθεὶς διαφέρεται πρὸς Ἀγαμέμνονα·
1
ἔπειτα ἀποβαίνοντας αὐτοὺς εἰς Ἴ̈λιον, εἴργουσιν οἱ Τρῶες· καὶ θνῄσκει Πρωτεσίλαος ὑφ' Ἕκτορος· ἔπειτα Ἀχϊλλεὺς αὐτοὺς τρέπεται· ἀνελῶν Κύκνον τὸν Ποσειδῶνος· καὶ τοὺς νεκροὺς ἀναιροῦνται
1
καὶ διαπρεσβεύονται πρὸς τοὺς Τρῶας· τὴν Ἑλένην καὶ τὰ κτήματα ἀπαιτοῦντες· ὡς δὲ οὐχ’ ὑπήκουσαν ἐκεῖνοι, ἐνταῦθα δὴ τειχομαχοῦσιν·
1
ἔπειτα τὴν χώραν ἐσπεξελθόντες, πορθοῦσι καὶ τὰς περιοίκους πόλεις·
1
καὶ μετα ταῦτα Ἀχϊλλεὺς Ἑλένην ἐπιθυμεῖ θεάσασθαι· καὶ συνήγαγεν αὐτοὺς εἰς τό τὸ αὐτὸ Ἀφροδίτη καὶ Θέτις·