Thesauros Literature Philosophy Chrestomathy

Chrestomathy

Chrestomathy Proclus ca. 410-485

Τοῦ αὐτοῦ περὶ τῶν Κυπρίων λεγομένων ποιημάτων ⁑

1 Ἐπιβάλλει τούτοις τὰ λεγόμενα Κύπρια ἐν βιβλΐοις φερόμενα ἕνδεκα· ὧν περὶ τῆς γραφῆς ὕστερον ἐροῦμεν· ἵ̈να μὴ τὸν ἑξῆς λόγον νῦν ἐμποδίζωμεν· τὰ δὲ περιέχοντά, ἐστὶ ταῦτα·
1 Ζεὺς βουλεύεται μετὰ τῆς Θέτιδος περὶ τοῦ Τρωϊκοῦ πολέμου·
1 παραγενομένη δὲ Ἔρις εὐωχουμένων τῶν θεῶν ἐν τοῖς Πηλέως γάμοις νεῖκος περὶ κάλλους ἐνίστησιν, Ἀθηνᾷ· Ἥρᾳ· καὶ Ἀφροδίτῃ· αἳ πρὸς Ἀλέξανδρον ἐν Ἴ̈δῃ κατὰ Διὸς προσταγὴν ὑφ' Ἑρμοῦ πρὸς τὴν κρίσιν ἄγονται· καὶ προκρίνει τὴν Ἀφροδίτην ἐπαρθεὶς τοῖς Ἑλένης γάμοις Ἀλέξανδρος·
1 ἔπειτα δὲ Ἀφροδίτης ὑ̈ποθεμένης, ναυπηγεῖται· καὶ Ἕλενος περὶ τῶν μελλόντων αὐτοῖς προθεσπίζει· καὶ ἡ Ἀφροδίτη Αἰνείαν συμπλεῖν αὐτῶ κελεύει· καὶ Κασσάνδρα περὶ τῶν μελλόντων προδηλοῖ·
1 ἐπιβὰς δὲ τῇ Λακεδαιμονίᾳ Ἀλέξανδρος, ξενίζεται παρὰ τοῖς Τυνδαρίδαις· καὶ μετα ταῦτ ταῦτα ἐν τῇ Σπάρτῃ παρὰ Μενελάῳ καὶ Ἑλένῃ παρὰ τὴν εὐωχίαν δίδωσι δῶρα ὁ Ἀλέξανδρος· καὶ μετα ταῦτ ταῦτα Μενέλαος εἰς Κρήτην ἐκπλεῖ· κελεύσας τὴν Ἑλένην τοῖς ξένοις τὰ ἐπιτήδεια παρέχειν ἕως ἂν ἀπαλλαγῶσιν· ἐν τούτῳ δὲ Ἀφροδίτη συνάγει τὴν Ἑλένην τῶ Ἀλεξάνδρῳ· καὶ μετὰ τὴν μίξιν τὰ πλεῖστα κτήματα ἐνθέμενοι, νυκτὸς ἀποπλέουσι·
1 χειμῶνα δὲ αὐτοῖς ἐφίστησιν Ἥρα· καὶ προσενεχθεὶς Σιδῶνι ὁ Ἀλέξανδρος, αἴρει τὴν πόλιν· καὶ ἀποπλεύσας εἰς Ἴ̈λιον, γάμους τῆς Ἑλένης ἐπετέλεσεν·
1 ἐν τούτῳ δὲ Κάστωρ μετὰ Πολυδεύκους. τὰς Ἴ̈δα καὶ Λϋγέως βοῦς ὑ̈φαιρούμενοι ἐφωράθησαν· καὶ Κάστωρ μὲν ὑπὸ τοῦ Ἴ̈δα ἀναιρεῖται· Λυγεὺς δὲ καὶ Ἴ̈δας ὑπὸ Πολυδεύκους· καὶ Ζεὺς αὐτοῖς ἑτερήμερον νέμει τὴν ἀθανασίαν·
1 καὶ μετα ταῦτα Ἶ̈ρις ἀγγέλλει τῷ Μενελάω τὰ γεγονότα κτὰ κατὰ τὸν οἶκον· ὁ δὲ παραγενόμενος, περὶ τῆς ἐπ' Ἴλιον στρατείας βουλεύεται μετὰ τοῦ ἀδελφοῦ καὶ πρὸς Νέστορα παραγίνεται Μενέλαος·
1 Νέστωρ δὲ ἐν παρεκβάσει διηγεῖται αὐτῶ ὡς Ἐπωπεὺς φθείρας τὴν Λύκουργου θυγατέρα, ἐξεπορθήθη· καὶ τὰ περὶ Οἰδίπουν καὶ τὴν Ἡρακλέους μανίαν καὶ τὰ περὶ Θησέα καὶ Ἀριάδνην·
1 / 3 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme