Thesauros Literature rhetoric Περὶ ὕψους

Περὶ ὕψους

Περὶ ὕψους Longinus 1st cent
27.3 ὁ μὲν γὰρ Δημοσθένης κατ̓ ἄλλον τινὰ τρόπον ἐπὶ τοῦ Ἀριστογείτονος ἐμπαθὲς τὸ πολυπρόσωπον καὶ ἀγχίστροφον παρέστακεν. καὶ οὐδεὶς ὑμῶν χολὴν φησὶν οὐδ’ ὀργὴν ἔχων εὑρεθήσεται, ἐφ’ οἷς ὁ βδελυρὸς οὗτος καὶ ἀναιδὴς βιάζεται; ὅς, ὦ μιαρώτατε ἁπάντων, κεκλειμένης σοι τῆς παρρησίας οὐ κιγκλίσιν οὐδὲ θύραις, ἃ καὶ παρανοίξειεν ἄν τις ἐν ἀτελεῖ τῷ νῷ ταχὺ διαλλάξας καὶ μόνον οὐ μίαν λέξιν διὰ τὸν θυμὸν εἰς δύο διασπάσας πρόσωπα ὅς, ὦ μιαρώτατε, εἶτα πρὸς τὸν Ἀριστογείτονα τὸν λόγον ἀποστρέψας καὶ ἀπολιπεῖν δοκῶν, ὅμως διὰ τοῦ πάθους πολὺ πλέον ἐπέστρεψεν.
27.4 οὐκ ἄλλως ἢ Πηνελόπη, κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί; εἰπέμεναι δμωῇσιν Ὀδυσσῆος θείοιο ἔργων παύσασθαι, σφίσι δ’ αὐτοῖς δαῖτα πένεσθαι; μὴ μνηστεύσαντες, μηδ’ ἄλλοθ’ ὁμιλήσαντες, ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν, οἳ θάμ’ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν, κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν ὑμετέρων τῶν πρόσθεν ἀκούετε παῖδες ἐόντες, οἷος Ὀδυσσεὺς ἔσκε.
28.1 Καὶ μέντοι περίφρασις ὡς οὐχ ὑψηλοποιόν, οὐδεὶς ἂν οἶμαι διστάσειεν. ὡς γὰρ ἐν μουσικῇ διὰ τῶν παραφώνων καλουμένων ὁ κύριος φθόγγος ἡδίων ἀποτελεῖται, οὕτως ἡ περίφρασις πολλάκις συμφθέγγεται τῇ κυριολογίᾳ καὶ εἰς κόσμον ἐπὶ πολὺ συνηχεῖ, καὶ μάλιστ’ ἂν μὴ ἔχῃ φυσῶδές τι καὶ ἄμουσον ἀλλ’ ἡδέως κεκραμένον.
28.2 ἱκανὸς δὲ τοῦτο τεκμηριῶσαι καὶ Πλάτων κατὰ τὴν εἰσβολὴν τοῦ Ἐπιταφίου· ἔργῳ μὲν ἡμῖν οἵδ’ ἔχουσι τὰ προσήκοντα σφίσιν αὐτοῖς, ὧν τυχόντες πορεύονται τὴν εἱμαρμένην πορείαν, προπεμφθέντες κοινῇ μὲν ὑπὸ τῆς πόλεως, ἰδίᾳ δὲ ἕκαστος ὑπὸ τῶν προσηκόντων. οὐκοῦν τὸν θάνατον εἶπεν εἱμαρμένην πορείαν, τὸ δὲ τετυχηκέναι τῶν νομιζομένων προπομπήν τινα δημοσίαν ὑπὸ τῆς πατρίδος. ἆρα δὴ τούτοις μετρίως ὤγκωσε τὴν νόησιν, ἢ ψιλὴν λαβὼν τὴν λέξιν ἐμελοποίησε, καθάπερ ἁρμονίαν τινὰ τὴν ἐκ τῆς περιφράσεως περιχεάμενος εὐμέλειαν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme