Thesauros Literature rhetoric Περὶ ὕψους

Περὶ ὕψους

Περὶ ὕψους Longinus 1st cent
31.1 θρεπτικώτατον καὶ γόνιμον, τὸ δ’ Ἀνακρέοντος· οὐκέτι Θρηικίης ἐπιστρέφομαι. ταύτῃ καὶ τὸ τοῦ Θεοπόμπου καινὸν ἐπαινετόν· διὰ τὸ ἀνάλογον ἔμοιγε σημαντικώτατα ἔχειν δοκεῖ· ὅπερ ὁ Κεκίλιος οὐκ οἶδ᾽ ὅπως καταμέμφεται. δεινὸς ὢν φησὶν ὁ Φίλιππος ἀναγκοφαγῆσαι πράγματα. ἔστιν ἄρ’ ὁ ἰδιωτισμὸς ἐνίοτε τοῦ κόσμου παρὰ πολὺ ἐμφανιστικώτερον· ἐπιγινώσκεται γὰρ αὐτόθεν ἐκ τοῦ κοινοῦ βίου, τὸ δὲ σύνηθες ἤδη πιστότερον. οὐκοῦν ἐπὶ τοῦ τὰ αἰσχρὰ καὶ ῥυπαρὰ τλημόνως καὶ μεθ’ ἡδονῆς ἕνεκα πλεονεξίας καρτεροῦντος τὸ ἀναγκοφαγεῖν τὰ πράγματα ἐναργέστατα παρείληπται.
31.2 ὧδέ πως ἔχει καὶ τὰ Ἡροδότεια· ὁ Κλεομένης φησὶ μανεὶς τὰς ἑαυτοῦ σάρκας ξιφιδίῳ κατέτεμεν εἰς λεπτά, ἕως ὅλον καταχορδεύων ἑαυτὸν διέφθειρεν. καὶ ὁ Πύθης ἕως τοῦδε ἐπὶ τῆς νεὼς ἐμάχετο, ἕως ἅπας κατεκρεουργήθη. ταῦτα γὰρ ἐγγὺς παραξύει τὸν ἰδιώτην, ἀλλ’ οὐκ ἰδιωτεύει τῷ σημαντικῶς.
32.1 Περὶ δὲ πλήθους μεταφορῶν ὁ μὲν Κεκίλιος ἔοικε συγκατατίθεσθαι τοῖς δύο ἢ τὸ πλεῖστον τρεῖς ἐπὶ ταὐτοῦ νομοθετοῦσι τάττεσθαι. ὁ γὰρ Δημοσθένης ὅρος καὶ τῶν τοιούτων. ὁ τῆς χρείας δὲ καιρός, ἔνθα τὰ πάθη χειμάρρου δίκην ἐλαύνεται, καὶ τὴν πολυπλήθειαν αὐτῶν ὡς ἀναγκαίαν ἐνταῦθα συνεφέλκεται.
32.2 ἄνθρωποι φησὶ μιαροὶ καὶ κόλακες, ἠκρωτηριασμένοι τὰς ἑαυτῶν ἕκαστοι πατρίδας, τὴν ἐλευθερίαν προπεπωκότες πρότερον Φιλίππῳ, νυνὶ δὲ Ἀλεξάνδρῳ, τῇ γαστρὶ μετροῦντες καὶ τοῖς αἰσχίστοις τὴν εὐδαιμονίαν, τὴν δ’ ἐλευθερίαν καὶ τὸ μηδένα ἔχειν δεσπότην, ἃ τοῖς πρότερον Ἕλλησιν ὅροι τῶν ἀγαθῶν ἦσαν καὶ κανόνες, ἀνατετροφότες. ἐνταῦθα τῷ πλήθει τῶν τροπικῶν ὁ κατὰ τῶν προδοτῶν ἐπιπροσθεῖ τοῦ ῥήτορος θυμός.
32.3 διόπερ ὁ μὲν Ἀριστοτέλης καὶ ὁ Θεόφραστος μειλίγματά φασί τινα τῶν θρασειῶν εἶναι ταῦτα μεταφορῶν, τὸ ὡσπερεὶ φάναι καὶ οἱονεὶ καὶ εἰ χρὴ τοῦτον εἰπεῖν τὸν τρόπον καὶ εἰ δεῖ παρακινδυνευτικώτερον λέξαι. ἡ γὰρ ὑποτίμησις, φασίν, ἰᾶται τὰ τολμηρά.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme