Thesauros Literature rhetoric Περὶ ὕψους

Περὶ ὕψους

Περὶ ὕψους Longinus 1st cent
39.2 οὐ γὰρ αὐλὸς μὲν ἐντίθησίν τινα πάθη τοῖς ἀκροωμένοις καὶ οἷον ἔκφρονας καὶ κορυβαντιασμοῦ πλήρεις ἀποτελεῖ, καὶ βάσιν ἐνδούς τινα ῥυθμοῦ πρὸς ταύτην ἀναγκάζει βαίνειν ἐν ῥυθμῷ καὶ συνεξομοιοῦσθαι τῷ μέλει τὸν ἀκροατήν, κἂν ἄμουσος ᾖ παντάπασι, καὶ νὴ Δία φθόγγοι κιθάρας, οὐδὲν ἁπλῶς σημαίνοντες, ταῖς τῶν ἤχων μεταβολαῖς καὶ τῇ πρὸς ἀλλήλους κρούσει καὶ μίξει τῆς συμφωνίας θαυμαστὸν ἐπάγουσι πολλάκις, ὡς ἐπίστασαι, θέλγητρον
39.3 (καίτοι ταῦτα εἴδωλα καὶ μιμήματα νόθα ἐστὶ πειθοῦς, οὐχὶ τῆς ἀνθρωπείας φύσεως, ὡς ἔφην, ἐνεργήματα γνήσια), οὐκ οἰόμεθα δ’ ἄρα τὴν σύνθεσιν, ἁρμονίαν τινὰ οὖσαν λόγων ἀνθρώποις ἐμφύτων καὶ τῆς ψυχῆς αὐτῆς, οὐχὶ τῆς ἀκοῆς μόνης ἐφαπτομένων, ποικίλας κινοῦσαν ἰδέας ὀνομάτων νοήσεων πραγμάτων κάλλους εὐμελείας, πάντων ἡμῖν ἐντρόφων καὶ συγγενῶν, καὶ ἅμα τῇ μίξει καὶ πολυμορφίᾳ τῶν ἑαυτῆς φθόγγων τὸ παρεστὼς τῷ λέγοντι πάθος εἰς τὰς ψυχὰς τῶν πέλας παρεισάγουσαν καὶ εἰς μετουσίαν αὐτοῦ τοὺς ἀκούοντας ἀεὶ καθιστᾶσαν, τῇ τε τῶν λέξεων ἐποικοδομήσει τὰ μεγέθη συναρμόζουσαν, δι’ αὐτῶν τούτων κηλεῖν τε ὁμοῦ, καὶ πρὸς ὄγκον τε καὶ ἀξίωμα καὶ ὕψος καὶ πᾶν ὃ ἐν αὑτῇ περιλαμβάνει καὶ ἡμᾶς ἑκάστοτε συνδιατιθέναι, παντοίως ἡμῶν τῆς διανοίας ἐπικρατοῦσαν; ἀλλ’ εἰ καὶ μανία τὸ περὶ τῶν οὕτως ὁμολογουμένων διαπορεῖν, ἀποχρῶσα γὰρ ἡ πεῖρα πίστις,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme