Thesauros Literature rhetoric Περὶ ὕψους

Περὶ ὕψους

Περὶ ὕψους Longinus 1st cent
39.4 ὑψηλόν γέ που δοκεῖ νόημα καὶ ἔστι τῷ ὄντι θαυμάσιον, ὃ τῷ ψηφίσματι ὁ Δημοσθένης ἐπιφέρει· τοῦτο τὸ ψήφισμα τὸν τότε τῇ πόλει περιστάντα κίνδυνον παρελθεῖν ἐποίησεν, ὥσπερ νέφος· ἀλλ’ αὐτῆς τῆς διανοίας οὐκ ἔλαττον τῇ ἁρμονίᾳ πεφώνηται· ὅλον τε γὰρ ἐπὶ τῶν δακτυλικῶν εἴρηται ῥυθμῶν· εὐγενέστατοι δ’ οὗτοι καὶ μεγεθοποιοί, διὸ καὶ τὸ ἡρῷον, ὧν ἴσμεν κάλλιστον, μέτρον συνιστᾶσι· τό τε ἐπείτοιγε ἐκ τῆς ἰδίας αὐτὸ χώρας μετάθες, ὅποι δὴ ἐθέλεις, τοῦτο τὸ ψήφισμα, ὥσπερ νέφος, ἐποίησε τὸν τότε κίνδυνον παρελθεῖν, ἢ νὴ Δία μίαν ἀπόκοψον συλλαβὴν μόνον ἐποίησε παρελθεῖν ὡς νέφος, καὶ εἴσῃ πόσον ἡ ἁρμονία τῷ ὕψει συνηχεῖ. αὐτὸ γὰρ τὸ ὥσπερ νέφος ἐπὶ μακροῦ τοῦ πρώτου ῥυθμοῦ βέβηκε, τέρασι καταμετρουμένου χρόνοις· ἐξαιρεθείσης δὲ τῆς μιᾶς συλλαβῆς ὡς νέφος εὐθὺς ἀκρωτηριάζει τῇ συγκοπῇ τὸ μέγεθος, ὡς ἔμπαλιν, ἐὰν ἐπεκτείνῃς παρελθεῖν ἐποίησεν ὡσπερεὶ νέφος, τὸ αὐτὸ σημαίνει, οὐ τὸ αὐτὸ δὲ ἔτι προσπίπτει, ὅτι τῷ μήκει τῶν ἄκρων χρόνων συνεκλύεται καὶ διαχαλᾶται τὸ ὕψος τὸ ἀπότομον.
40.1 Ἐν δὲ τοῖς μάλιστα μεγεθοποιεῖ τὰ λεγόμενα, καθάπερ τὰ σώματα, ἡ τῶν μελῶν ἐπισύνθεσις, ὧν ἓν μὲν οὐδὲν τμηθὲν ἀφ’ ἑτέρου καθ’ ἑαυτὸ ἀξιόλογον ἔχει, πάντα δὲ μετ’ ἀλλήλων ἐκπληροῖ τέλειον σύστημα, οὕτως τὰ μεγάλα, σκεδασθέντα μὲν ἀπ’ ἀλλήλων, ἄλλοσ̓ ἄλλῃ ἅμα ἑαυτοῖς συνδιαφορεῖ καὶ τὸ ὕψος, σωματοποιούμενα δὲ τῇ κοινωνίᾳ καὶ ἔτι δεσμῷ τῆς ἁρμονίας περικλειόμενα αὐτῷ τῷ κύκλῳ φωνήεντα γίνεται· καὶ σχεδὸν ἐν ταῖς περιόδοις ἔρανός ἐστι πλήθους τὰ μεγέθη.
40.2 ἀλλὰ μὴν ὅτι γε πολλοὶ καὶ συγγραφέων καὶ ποιητῶν οὐκ ὄντες ὑψηλοὶ φύσει, μήποτε δὲ καὶ ἀμεγέθεις, ὅμως κοινοῖς καὶ δημώδεσι τοῖς ὀνόμασι καὶ οὐδὲν ἐπαγομένοις περιττὸν ὡς τὰ πολλὰ συγχρώμενοι, διὰ μόνου τοῦ συνθεῖναι καὶ ἁρμόσαι ταῦτα δ’ ὅμως ὄγκον καὶ διάστημα καὶ τὸ μὴ ταπεινοὶ δοκεῖν εἶναι περιεβάλοντο, καθάπερ ἄλλοι τε πολλοὶ καὶ Φίλιστος, Ἀριστοφάνης ἔν τισιν, ἐν τοῖς πλείστοις Εὐριπίδης, ἱκανῶς ἡμῖν δεδήλωται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme