5.1
Ἅπαντα μέντοι τὰ οὕτως ἄσεμνα διὰ μίαν ἐμφύεται τοῖς λόγοις αἰτίαν, διὰ τὸ περὶ τὰς νοήσεις καινόσπουδον, περὶ ὃ δὴ μάλιστα κορυβαντιῶσιν οἱ νῦν· ἀφ’ ὧν γὰρ ἡμῖν τἀγαθά, σχεδὸν ἀπ’ αὐτῶν τούτων καὶ τὰ κακὰ γεννᾶσθαι φιλεῖ. ὅθεν ἐπίφορον εἰς συνταγμάτων κατόρθωσιν τά τε κάλλη τῆς ἑρμηνείας καὶ τὰ ὕψη καὶ πρὸς τούτοις αἱ ἡδοναί· καὶ αὐτὰ ταῦτα καθάπερ τῆς ἐπιτυχίας, οὕτως ἀρχαὶ καὶ ὑποθέσεις καὶ τῶν ἐναντίων καθίστανται. τοιοῦτόν πως καὶ αἱ μεταβολαὶ καὶ ὑπερβολαὶ καὶ τὰ πληθυντικά· δείξομεν δ’ ἐν τοῖς ἔπειτα τὸν κίνδυνον, ὃν ἔχειν ἐοίκασι. διόπερ ἀναγκαῖον ἤδη διαπορεῖν καὶ ὑποτίθεσθαι, δι’ ὅτου τρόπου τὰς ἀνακεκραμένας κακίας τοῖς ὑψηλοῖς ἐκφεύγειν δυνάμεθα.
6.1
Ἔστι δέ, ὦ φίλος, εἴ τινα περιποιησαίμεθ’ ἐν πρώτοις καθαρὰν τοῦ κατ’ ἀλήθειαν ὕψους ἐπιστήμην καὶ ἐπίκρισιν. καίτοι τὸ πρᾶγμα δύσληπτον· ἡ γὰρ τῶν λόγων κρίσις πολλῆς ἐστι πείρας τελευταῖον ἐπιγέννημα· οὐ μὴν ἀλλ̓, ὡς εἰπεῖν ἐν παραγγέλματι, ἐντεῦθέν ποθεν ἴσως τὴν διάγνωσιν αὐτῶν οὐκ ἀδύνατον πορίζεσθαι.
7.1
Εἰδέναι χρή, φίλτατε, διότι, καθάπερ κἀν τῷ κοινῷ βίῳ οὐδὲν ὑπάρχει μέγα, οὗ τὸ καταφρονεῖν ἐστι μέγα, οἷον πλοῦτοι τιμαὶ δόξαι τυραννίδες, καὶ ὅσα δὴ ἄλλα ἔχει πολὺ τὸ ἔξωθεν προστραγῳδούμενον, οὐκ ἂν τῷ γε φρονίμῳ δόξειεν ἀγαθὰ ὑπερβάλλοντα, ὧν αὐτὸ τὸ περιφρονεῖν ἀγαθὸν οὐ μέτριον· θαυμάζουσι γοῦν τῶν ἐχόντων αὐτὰ μᾶλλον τοὺς δυναμένους ἔχειν καὶ διὰ μεγαλοψυχίαν ὑπερορῶντας· τῇδέ που καὶ ἐπὶ τῶν διῃρμένων ἐν ποιήμασι καὶ λόγοις ἐπισκεπτέον, μή τινα μεγέθους φαντασίαν ἔχοι τοιαύτην, ᾗ πολὺ πρόσκειται τὸ εἰκῆ προσαναπλαττόμενον, ἀναπτυττόμενα δὲ ἄλλως εὑρίσκοιτο χαῦνα, ὧν τοῦ θαυμάζειν τὸ περιφρονεῖν εὐγενέστερον.
7.2
φύσει γάρ πως ὑπὸ τἀληθοῦς ὕψους ἐπαίρεταί τε ἡμῶν ἡ ψυχὴ καὶ γαῦρόν τι ἀνάστημα λαμβάνουσα πληροῦται χαρᾶς καὶ μεγαλαυχίας, ὡς αὐτὴ γεννήσασα ὅπερ ἤκουσεν.