54
ταύτην ἕκαστα ἀνηρώτων. ἣ δὲ πάνυ πρᾴως καὶ φιλοφρόνως δωρίζουσα τῇ φωνῇ τόν τε τόπον ἔφραζεν ὡς Ἡρακλέους ἱερὸς εἴη, καὶ περὶ αὑτῆς, ὅτι παῖδα ἔχοι ποιμένα καὶ πολλάκις αὐτὴ νέμοι τὰ πρόβατα· ἔχειν δὲ μαντικὴνἐκ μητρὸς θεῶν δεδομένην, χρῆσθαι δὲ αὐτῇ τούς τε νομέας πάντας τοὺς πλησίον καὶ τοὺς γεωργοὺς ὑπὲρ καρπῶν καὶ βοσκημάτων γενέσεως καὶ σωτηρίας.
55
καὶ σὺ δὲ ἐλήλυθας, ἔφη, οὐκ ἄνευ θείας τύχης εἰς τόνδε τὸν τόπον· οὐ γὰρ ἐάσω σε ἀπελθεῖν μάτην. καὶ μετὰ τοῦτο ἤδη προέλεγεν ὅτι οὐ πολὺς χρόνος ἔσοιτόμοι τῆς ἄλης καὶ τῆς ταλαιπωρίας, οὔτε σοί, εἶπεν, οὔτε τοῖς ἄλλοις ἀνθρώποις.
56
ταῦτα δὲ ἔλεγεν, οὐχ ὥσπερ οἱ πολλοὶ τῶν λεγομένων ἐνθέων ἀνδρῶν καὶ γυναικῶν, ἀσθμαίνουσα καὶ περιδινοῦσα τὴν κεφαλὴν καὶ πειρωμένη δεινὸν ἐμβλέπειν, ἀλλὰ πάνυ ἐγκρατῶς καὶ σωφρόνως. συμβαλεῖς δέ, ἔφη, ποτὲ ἀνδρὶ καρτερῷ,πλείστης ἄρχοντι χώρας καὶ ἀνθρώπων· τούτῳ μήποτε ὀκνήσῃς εἰπεῖν τόνδε τὸν μῦθον, εἰ καί σου καταφρονεῖν τινες μέλλοιεν ὡς ἀδολέσχου καὶ πλάνητος.
57
οἱ γὰρ ἀνθρώπων λόγοι καὶ τὰ πάντα σοφίσματα οὐδενὸς ἄξια πρὸς τὴν παρὰ τῶν θεῶν ἐπίπνοιαν καὶ φήμην. ὅσοι γάρ ποτε σοφοὶ καὶ ἀληθεῖς κατʼ ἀνθρώπους λόγοι περὶ θεῶν τε καὶ τοῦ σύμπαντος, οὐκ ἄνευ θείας ποτε βουλήσεως καὶ τύχης ἐν ψυχῇ ποτε ἀνθρώπων ἐγένοντο διὰ τῶν πρώτων μαντικῶν τε καὶ θείων ἀνδρῶν·
58
οἷον ἐν Θρᾴκῃ τινὰ λέγουσιν Ὀρφέα γενέσθαι Μούσης υἱόν, ἄλλον δὲ ποιμένα ἐν ὄρει τινὶ τῆς Βοιωτίας αὐτῶν ἀκοῦσαι τῶν Μουσῶν· ὅσοι δὲ ἄνευ δαιμονίου κατοχῆς καὶ ἐπιπνοίας λόγους τινὰς ὡς ἀληθεῖς παρʼ αὑτῶν ἐκόμισαν εἰς τὸν βίον ἀτόπους καὶ πονηρούς. ἄκουε δὴ τοῦδε τοῦ μύθου σφόδρα ἐγρηγορώς τε καὶ τὸν νοῦν προσέχων, ὅπως διαμνημονεύσας ἀπαγγείλῃς πρὸς ἐκεῖνον, ᾧ φημί σε συμβαλεῖν. ἔστι δὲ περὶ τοῦδε τοῦ θεοῦ, παρʼ ᾧ νῦν ἐσμεν.