4
ἢ οὐχ οἱ κακοὶ ἄνθρωποι βλαβεροί εἰσι τοῖς ἔχουσι καὶ τοῖς χρωμένοις, ἐάν τε Φρύγες ὦσιν ἐάν τε Ἀθηναῖοι, ἐάν τε ἐλεύθεροι ἐάν τε δοῦλοι; καίτοι κύνα μὲν οὐδεὶς κακὸν ἡγούμενος ζητεῖ ἀποδράντα, οἱ δὲ καὶ ἐκβάλλουσιν, ἐὰν ἐπανέλθῃ· ἀνθρώπου δὲ πονηροῦ ἀπαλλαγέντες οὐκ ἀγαπῶσιν, ἀλλὰ πολλὰ πράγματα ἔχουσι καὶ τοῖς ξένοις ἐπιστέλλοντες καὶ αὐτοὶ ἀποδημοῦντες καὶ χρήματα ἀναλίσκοντες, ὅπως λάβωσιν αὐτόν.
5
καὶ πότερον οἴει πλείους ὑπὸ κυνῶν βλαβῆναι πονηρῶν ἢ ὑπʼ ἀνθρώπων; ὑπὸ μένγε κυνῶν φαύλων ἕνα τὸν Ἀκταίωνά φασιν ἀπολέσθαι, καὶ τούτων μανέντων· ὑπὸ δὲ ἀνθρώπων φαύλων οὐδὲ εἰπεῖν ἔστιν ὅσοι ἀπολώλασι καὶ ἰδιῶται καὶ βασιλεῖς καὶ πόλεις ὅλαι, οἱ μὲν ὑπὸ οἰκετῶν, οἱ δὲ ὑπὸ στρατιωτῶν καὶ δορυφόρων, οἱ δὲ ὑπὸ φίλων τινῶν καλουμένων, οἱ δέ τινες καὶ ὑπὸ υἱέων καὶ ἀδελφῶν καὶ γυναικῶν.
6
ἆρα οὖν οὐ μέγα κέρδος, ὅτῳ ἂν συμβῇ ἀπαλλαγῆναι κακοῦ ἀνδρός, ἀλλὰ δεῖ τοῦτον ζητεῖν τε καὶ ἐπιδιώκειν; ὥσπερ εἴ τις ἀπαλλαγὲν νόσημα ἐζήτει καὶ ἐβούλετο ἀναλαβεῖν εἰς τὸ σῶμα; καὶ ὁ ἄνθρωπος εἶπεν, Ταῦτα μὲν ὀρθῶς εἶπας, ὦ Διόγενες· ἀλλὰ χαλεπόν ἐστιν ἀδικηθέντα μὴ τιμωρήσασθαι. ἐκεῖνος γὰρ οὐδὲν ὑπʼ ἐμοῦ παθών, ὡς ὁρᾷς, ἐτόλμησεν ἀπολιπεῖν με· ὃς ἔργον μὲν παρʼ ἐμοὶ οὐδὲν ἔπραττεν ὅσα δοῦλοι ἐργάζονται, ἀργὸς δὲ ὢν ἔνδον ἐτρέφετο, οὐδὲν ποιῶν ἢ ἐμοὶ ἀκολουθῶν.
7
ἔπειτα, ἔφη, οὐδὲν ἠδίκεις αὐτὸν ἀργὸν ὄντα καὶ ἀμαθῆ τρέφων καὶ ποιῶν ὅτι κάκιστον; ἡ γὰρ ἀργία καὶ τὸ σχολὴν ἄγειν ἀπόλλυσι πάντων μάλιστα τοὺς ἀνοήτους ἀνθρώπους. οὐκοῦν ὀρθῶς συνῆκεν ὑπὸ σοῦ διαφθειρόμενος, καὶ ἀπέδρα δικαίως, ἵνʼ ἐργάζηται δῆλον ὅτι καὶ μὴ σχολάζων τε καὶ καθεύδων καὶ ἐσθίων χείρων ἀεὶ γίγνηται. σὺ δὲ ἴσως οἴει μικρὸν ἀδίκημα εἶναι, ὃς ἄνθρωπον ποιεῖ πονηρότερον, ἀλλʼ οὐχὶ τοῦτον δεῖν πάντων μάλιστα φεύγειν ὡς ἔχθιστον καὶ ἐπιβουλότατον; καὶ ὅς, τί οὖν, ἔφη, ποιήσω; οὐ γὰρ ἔστι μοι ἄλλος οἰκέτης.