12
σὺ δέ, ἔφη, νῦν μὲν ἑνὶ ἀνθρώπῳ ζητεῖς τροφήν, τότε δὲ δυσί· καὶ νῦν μὲν σαυτὸν νοσηλεύσεις, ἐὰν ἄρα συμβῇ τις ἀσθένεια, τότε δὲ ἀνάγκη θεραπεύειν κἀκεῖνον νοσοῦντα· καὶ νῦν μὲν ὅταν αὐτὸς ᾖς ἐν τῇ οἰκίᾳ, οὐ φροντίζεις μή τι αὐτὸς ὑφέλῃ, οὐδὲ ὅταν καθεύδῃς, μὴ ἐγρηγορὼς ὁ παῖς κακόν τι ἐργάσηται. πάντα δὴ ταῦτα δεῖ σε σκοπεῖν. γυναῖκα τοίνυν εἰ ἔχεις, τότε μὲν οὐκ ἂν ἠξίου σε θεραπεύειν, ὁρῶσα οἰκέτην ἔνδον τρεφόμενον, καὶ τὰ μὲν ἐκείνῳμαχομένη, τὰ δὲ αὐτὴ τρυφῶσα, ἐνοχλεῖν σε ἔμελλεν· νῦν δὲ ἧττον μὲν αὐτὴ ἀργήσει, μᾶλλον δὲ σοῦ ἐπιμελήσεται.
13
καὶ μὴν ὅπου οἰκέτης ἐστίν, εὐθὺς διαφθείρονται οἱ γιγνόμενοι παῖδες καὶ ἀργότεροί τε γίγνονται καὶ ὑπερηφανώτεροι, ὄντος μὲν τοῦ διακονοῦντος, ἔχοντες δὲ οὗ καταφρονοῦσιν· ὅπου δʼ ἂν αὐτοὶ μὴ ὦσι, πολὺἀνδρειότεροι καὶ ἰσχυρότεροι καὶ τῶν πατέρων εὐθὺς ἐξ ἀρχῆς κήδεσθαι μανθάνοντες. ἀλλʼ, ὦ Διόγενες, πένης τέ εἰμι καὶ εἰ μὴ συμφέροι κεκτῆσθαι τὸν οἰκέτην, ἀποδώσομαι αὐτόν. ἔπειτα, ἔφη, οὐκ αἰσχύνῃ, πρῶτον μὲν ἐξαπατῶν τὸν ἄνθρωπον, πονηρὸν αὐτῷ ἀποδιδόμενος; ἢ γὰρ οὐκ ἐρεῖς τἀληθὲς ἢ οὐ δυνήσῃ ἀποδόσθαι αὐτόν.
14
πρὸς δὲ τούτοις, ἐάν τις ἱμάτιον ἀποδῶται κίβδηλον ἢ σκεῦος ἢ κτῆνος νοσοῦν τε καὶ ἄχρηστον, ἀνάγκη αὐτὸ ἀπολαμβάνειν, ὥστε οὐδὲν ἔσται σοι πλέον. εἰ δὲ καὶ δυνήσῃ ἐξαπατῆσαί τινα κἀκεῖνος οὐκ αἰσθήσεται τοῦ ἀνθρώπου τῆς πονηρίας, τὸ ἀργύριον οὐ δέδοικας; ἴσως μὲν γὰρ ἄλλον ὠνήσῃ φαυλότερον, ἐὰν δριμυτέρου τύχῃς ἢ κατὰ σὲ τοῦ ἀποδιδομένου· τυχὸν δὲ εἰς ἄλλο τι χρήσῃ λαβὼν ἀφʼ οὗ βλαβήσῃ. οὐ γὰρ δὴ ἀεί ποτε τὸ ἀργύριον ὠφελεῖ τοὺς κτησαμένους, ἀλλὰ πολλῷ πλείονας βλάβας καὶ πλείω κακὰ πεπόνθασιν ἄνθρωποι ὑπὸ ἀργυρίου ἢ ὑπὸ πενίας, ἄλλως τε καὶ ἀνόητοι ὄντες.
15
οὐκ ἐκεῖνο πρότερον κτήσασθαι σπουδάσεις ᾧ δυνήσῃ ὑπὸ παντὸς ὠφελεῖσθαι καὶ πᾶσι τοῖς αὑτοῦ πράγμασι χρῆσθαι καλῶς, ἀλλὰ πρὸ τοῦ φρονῆσαι ζητήσεις ἀργύριον ἢ γῆν ἢ ἀνδράποδα ἢ ζεῦγος ἢ πλοῖον ἢ οἰκίαν; οἷς σὺ δουλεύσεις καὶ λυπήσῃ διʼ αὐτὰ καὶ πολλὰ πονήσεις μάτην καὶ διατελέσεις ἅπαντα τὸν βίον φροντίζων ἐκείνων, ὀνήσῃ δὲ οὐδʼ ὁτιοῦν ἀπʼ αὐτῶν.