16
οὐχ ὁρᾷς τὰ θηρία ταῦτα καὶ τὰ ὄρνεα, ὅσῳ ζῇ τῶν ἀνθρώπων ἀλυπότερον, πρὸς δὲ καὶ ἥδιον, καὶ μᾶλλον ὑγιαίνει καὶ πλέον ἰσχύει καὶ ζῇ χρόνον ἕκαστον αὐτῶν ὅσον πλεῖστον δύναται, καίτοι οὔτε χεῖρας ἔχοντα οὔτε ἀνθρώπου διάνοιαν; ἀλλʼ ὅμως ἀντὶ πάντων αὐτοῖς τῶν ἄλλων κακῶν ὑπάρχει μέγιστον ἀγαθόν, ὅτι ἀκτήμονά ἐστιν. ἀλλὰ δοκῶ μοι ἐάσειν, ὦ Διόγενες, τὸν οἰκέτην, ἐάνπερ μὴ ἀπὸ τύχης ἐμπέσῃ μοι. ναὶ μὰ Δία, εἶπεν ὁ Διογένης, ὥσπερ εἰ λέγοις ὅτι δάκνοντα ἢ λακτίζοντα ἵππον οὐκ ἂν ζητήσαιμι· ἐὰν μέντοι περιτύχω, προσέλθοιμʼ ἄν, ὥστε δηχθῆναι ἢ λακτισθῆναι.
17
ταῦτα μὲν ἔασον· ἀλλὰ τῷ θεῷ διὰ τί με χρῆσθαι οὐκ ἐᾷς; ἐγὼ γὰρ ἀπαγορεύω σοι θεῷ χρῆσθαι, εἰ δύνασαι; οὐ τοῦτο ἔφην, ἀλλʼ ὅτι χαλεπόν ἐστι, μᾶλλον δὲ ἀδύνατον, χρῆσθαι ἢ θεῷ ἢ ἀνθρώπῳ ἢ αὐτὸν αὑτῷ μὴ ἐπιστάμενον· τὸ δὲ ἐπιχειρεῖν ἄνευ τοῦ ἐπίστασθαι πάντων βλαβερώτατον· ἢ ὅστις οἰκ ἔστιν ἔμπειρος ἵππων χρήσεως, δοκεῖ σοι οὗτος χρῆσθαι ἂν ἵπποις; οὐκ ἔμοιγε. εἰ δʼ αὖ βιάζοιτο, κακὸν ἄν τι ἀπολαῦσαι πρότερον ἢ ἀγαθόν; ἀληθῆ.
18
τί δέ; ὅστις ἀγνοεῖ χρῆσιν κυνῶν, δυνατὸς ἂν εἴη χρῆσθαι; ἢ οὐ τό τινι χρῆσθαι ὠφελεῖσθαί ἐστιν ἀπʼ ἐκείνου;δοκεῖ μοι. οὐδεὶς ἄρα τῶν βλαπτομένων ἀπό τινος χρῆται ἐκείνῳ ὑφʼ οὗ βλάπτεται; οὐ γάρ. οὔκουν καὶ ὁ κυσὶ πειρώμενος χρῆσθαι ἄνευ τοῦ ἐπίστασθαι ζημιώσεται ἀπʼ αὐτῶν; εἰκός γε. οὐκ ἄρα οὐδὲ χρήσεται αὐτοῖς, ἐπεὶ οὐκ ἔστι χρῆσις ὅπου ζημία πρόσεστι. καὶ οὐ μόνον περὶ κυνῶν καὶ ἵππων ἔχει οὕτως, ἀλλὰ καὶ βοῶν καὶ ὀρέων, καὶὅ μᾶλλον θαυμάσαις ἄν, οὐδὲ ὄνῳ ἢ προβάτῳ χρῆσθαι πάρεστι τοῖς ἀπείροις.
19
ἢ οὐκ οἶσθα τοὺς μέν τινας ὠφελημένους, τοὺς δὲ καὶ βεβλαμμένους ἀπό τε προβατείας καὶ ὀνηλασίας; ἔγωγε. πότερον δι’ ἄλλο τι ἢ διότι ἀνάγκη τοὺς μὲν ἀπείρους ζημιοῦσθαι, τοὺς δὲ εἰδότας ὀνίνασθαι καὶ ἀπὸ ὄνων καὶ ἀπὸ συῶν καὶ ἀπὸχηνῶν καὶ ἀπὸ ἄλλου ζῴου παντός; ἔοικε. τί δέ; οὐκ ἐπὶ τοῖς σκεύεσιν ὁ αὐτὸς λόγος; ἀλλὰ κιθάρᾳ χρήσαιτο ἂν ὁ ἄμουσος, ἢ ἐπιχειρῶν οὐκ ἂν εἴη καταγέλαστος, πρὸς τῷ μηδὲν ἐργάζεσθαι καὶ τὴν κιθάραν διαφθείρων καὶ ἀπορρηγνὺς τοὺς φθόγγους; τί δέ;