32
ταύτην οὖν καὶ πρότερον διαφθεῖραι τοὺς Βοιωτοὺς καὶ νῦν, οὐδὲν αὐτοὺς ἐῶσαν εἰδέναι, ἅτε ἀνθρώπων ἀμαθεστάτους. τοὺς μὲν οὖν ἄλλους μᾶλλόν τι αἰσθάνεσθαι τῆς αὑτῶν ἀνοίας, τὸν δὲ Οἰδίποδα, σοφώτατον ἡγησάμενον αὑτὸν εἶναι καὶ διαπεφευγέναι τἠν Σφίγγα καὶ πείσαντα τοὺς ἄλλους Θηβαίους τοῦτο, κάκιστα ἀπολέσθαι. ὅσοι γὰρ ἂν ἀμαθεῖς ὄντες πεισθῶσι σοφοὶ εἶναι, οὗτοι πολύ εἰσιν ἀθλιώτεροι τῶν ἄλλων ἁπάντων· καὶ ἔστι τοιοῦτον τὸ τῶν σοφιστῶν γένος.
(10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ.
1
οἶδα μὲν ἔγωγε σχεδὸν ὅτι διδάσκειν μὲν ἀνθρώπους ἅπαντας χαλεπόν ἐστιν, ἐξαπατᾶν δὲ ῥᾴδιον. καὶ μανθάνουσι μὲν μόγις, ἐάν τι καὶ μάθωσι, παρʼ ὀλίγων τῶν εἰδότων, ἐξαπατῶνται δὲ τάχιστα ὑπὸ πολλῶν τῶν οὐκ εἰδότων, καὶ οὐ μόνον γε ὑπὸ τῶν ἄλλων, ἀλλὰ καὶ αὐτοὶ ὑφʼ αὑτῶν. τὸ μὲν γὰρ ἀληθὲς πικρόν ἐστι καὶ ἀηδὲς τοῖς ἀνοήτοις, τὸ δὲ ψεῦδος γλυκὺ καὶ προσηνές.
2
ὥσπερ οἶμαι καὶ τοῖς νοσοῦσι τὰ ὄμματα τὸ μὲν φῶς ἀνιαρὸν ὁρᾶν, τὸ δὲ σκότος ἄλυπον καὶ φίλον, οὐκ ἐῶν βλέπειν. ἢ πῶς ἂν ἴσχυε τὰ ψεύδη πολλάκις πλέον τῶν ἀληθῶν, εἰ μὴ διʼ ἡδονὴν ἐνίκα; χαλεποῦ δέ, ὡς ἔφην, ὄντος τοῦ διδάσκειν, τῷ παντὶ χαλεπώτερον τὸ μεταδιδάσκειν, ἄλλως τε ὅταν πολύν τινες χρόνον ὦσι τὰ ψευδῆ ἀκηκοότες καὶ μὴ μόνον αὐτοὶ ἐξηπατημένοι, ἀλλὰ καὶ οἱ πατέρες αὐτῶν καὶ οἱ πάπποι καὶ σχεδὸν πάντες οἱ πρότερον.
3
οὐ γάρ ἐστι ῥᾴδιον τούτων ἀφελέσθαι τὴν δόξαν, οὐδʼ ἂν πάνυ τις ἐξελέγχῃ. καθάπερ οἶμαι τῶν τὰ ὑποβολιμαῖα παιδάρια θρεψάντων χαλεπὸν ὕστερον ἀφελέσθαι τἀληθῆ λέγοντα ἅ γε ἐν ἀρχῇ, εἴ τις αὐτοῖς ἔφρασεν, οὐκ ἄν ποτε ἀνείλοντο. οὕτω δὲ τοῦτο ἰσχυρόν ἐστιν ὥστε πολλοὶ τὰ κακὰ μᾶλλον προσποιοῦνται καὶὁμολογοῦσι καθʼ αὑτῶν, ἂν ὦσι πεπεισμένοι πρότερον, ἢ τἀγαθὰ μετὰ χρόνον ἀκούοντες.