8
τὸ δὲ αὐτὸ τοῦτο κἂν Θηβαίους οἶμαι παθεῖν, εἴ τις τὰ παρʼ αὐτοῖς ἀτυχήματα ψευδῆ ἀποφαίνοι, καὶ οὔτε τὸν πατέρα Οἰδίπουν ἀποκτείναντα οὔτε τῇ μητρὶ συγγενόμενον οὔθʼ ἑαυτὸν τυφλώσαντα οὔτε τοὺς παῖδας αὐτοῦ πρὸ τοῦ τείχους ἀποθανόντας ὑπʼ ἀλλήλων, οὔθʼ ὡς ἡ Σφὶγξ ἀφικομένη κατεσθίοι τὰ τέκνα αὐτῶν, ἀλλὰ τοὐναντίον ἥδονται ἀκούοντες καὶ τὴν Σφίγγα ἐπιπεμφθεῖσαν αὐτοῖς διὰ χόλον Ἥρας καὶ τὸν Λάιον ὑπὸ τοῦ υἱέος ἀναιρεθέντα καὶ τὸν Οἰδίπουν ταῦτα ποιήσαντα καὶ παθόντα τυφλὸν ἀλᾶσθαι,
9
καὶ πρότερον ἄλλου βασιλέως αὐτῶν καὶ τῆς πόλεως οἰκιστοῦ, Ἀμφίονος, τοὺς παῖδας, ἀνθρώπων καλλίστους γενομένους, κατατοξευθῆναι ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος· καὶ ταῦτα καὶ αὐλούντων καὶ ᾀδόντων ἀνέχονται παρʼ αὑτοῖς ἐν τῷ θεάτρῳ, καὶ τιθέασιν ἆθλα περὶ τούτων, ὃς ἂν οἰκτρότατα εἴπῃ περὶ αὐτῶν ἢ αὐλήσῃ· τὸν δὲ εἰπόντα ὡς οὐ γέγονεν οὐδὲν αὐτῶν ἐκβάλλουσιν.
10
εἰς τοῦτο μανίας οἱ πολλοὶ ἐληλύθασι καὶ οὕτω πάνυ ὁ τῦφος αὐτῶν κεκράτηκεν. ἐπιθυμοῦσι γὰρ ὡς πλεῖστον ὑπὲρ αὐτῶν γίγνεσθαι λόγον· ὁποῖον δέ τινα, οὐθὲν μέλει αὐτοῖς. ὅλως δὲ πάσχειν μὲν οὐ θέλουσι τὰ δεινὰ διὰ δειλίαν, φοβούμενοι τούς τε θανάτους καὶ τὰς ἀλγηδόνας· ὡς δὲ παθόντες μνημονεύεσθαι περὶ πολλοῦ ποιοῦνται.
11
ἐγὼ δὲ οὔθʼ ὑμῖν χαριζόμενος οὔθʼ Ὁμήρῳ διαφερόμενος οὐδὲ τῆς δόξης φθονῶν ἐκείνῳ, πειράσομαι δεικνύειν ὅσα μοι δοκεῖ ψευδῆ εἰρηκέναι περὶ τῶν ἐνθάδε πραγμάτων, οὐκ ἄλλοθέν ποθεν,ἀλλʼ ἐξ αὐτῆς τῆς ποιήσεως ἐλέγχων, τῷ τε ἀληθεῖ βοηθῶν καὶ μάλιστα διὰ τὴν Ἀθηνᾶν, ὅπως μὴ δοκῇ ἀδίκως διαφθεῖραι τὴν αὑτῆς πόλιν μηδὲ ἐναντία βούλεσθαι τῷ αὑτῆς πατρί, οὐχ ἧττον δὲ διὰ τὴν Ἥραν καὶ τὴν Ἀφροδίτην.
12
δεινὸν γὰρ τὴν μὲν τῷ Διὶ συνοῦσαν μὴ νομίσαι αὐτὸν κριτὴν ἱκανὸν τοῦ αὑτῆς εἴδους, εἰ μὴἀρέσει καὶ τῶν ἐν Ἴδῃ βουκόλων ἑνί, τὴν δὲ ἀρχὴν ὑπὲρ κάλλους ἐρίζειν τῇ Ἀφροδίτῃ, πρεσβυτάτην φάσκουσαν εἶναι τῶν Κρόνου παίδων,