13
ὡς αὐτὸς Ὅμηρος ἀπήγγειλε ποιήσας, καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης, ἔτι δὲ οὕτω χαλεπῶς διατεθῆναι πρὸς τὸν Πάριν, αὐτὴν ἐπιτρέψασαντὴν κρίσιν· καίτοι οὐδὲ τῶν ἀνθρώπων ὃς ἂν ἐπιτρέψῃ δίαιταν, ἐχθρὸν ἡγεῖται τὸν διαιτητήν, ἐὰν μὴ δικάσῃ καθʼ ἑαυτόν· τὴν δέ γε Ἀφροδίτην οὕτως αἰσχρὰν καὶ ἄδικον καὶ ἀσύμφορον δοῦναι δωρεάν, καὶ μηδένα ποιήσασθαι λόγονμήτε τῆς Ἑλένης ἀδελφῆς οὔσης μήτε τοῦ Ἀλεξάνδρου τοῦ προκρίναντος αὐτήν, ἀλλὰ χαρίζεσθαιτοιοῦτον γάμον διʼ ὃν αὐτός τε ἔμελλεν ἀπόλλυσθαι καὶ οἱ γονεῖς αὐτοῦ καὶ ἡ πόλις.
14
ἔτι δὲ οὐκ ἄξιον οἶμαι παριδεῖν οὐδὲ τὸ τῆς Ἑλένης, ἣ τοῦ Διὸς λεγομένη θυγάτηρ διὰ μὲν τὴν ἄδικον φήμην περιβόητος ἐπʼ αἰσχύνῃ γέγονε, διὰ δὲ τὴν αὑτῆς ἰσχὺν θεὸς ἐνομίσθη παρὰ τοῖς Ἕλλησιν. ἀλλʼ ὅμως ὑπὲρ τηλικούτων ὄντοστοῦ λόγου τινὲς τῶν σοφιστῶν ἀσεβεῖν με φήσουσιν Ὁμήρῳ ἀντιλέγοντα καὶ ἐπιχειρήσουσι διαβάλλειν πρὸς τὰ δύστηνα μειράκια, ὧν ἐμοὶ ἐλάττων λόγος ἐστὶν ἢ πιθήκων.
15
πρῶτον μὲν οὖν φασι τὸν Ὅμηρον ὑπὸ πενίας τε καὶ ἀπορίας προσαιτεῖν ἐν τῇ Ἑλλάδι· τὸν δὲ τοιοῦτον ἀδύνατον ἡγοῦνται ψεύσασθαιπρὸς χάριν τῶν διδόντων, οὐδʼ ἂν τὰ τοιαῦτα λέγειν ὁποῖα ἔμελλεν ἐκείνοις καθʼ ἡδονὴν ἔσεσθαι· τοὺς δὲ νῦν πτωχοὺς οὐδέν φασιν ὑγιὲς λέγειν, οὐδὲ μάρτυρα οὐδεὶς ἂν ἐκείνων οὐδένα ποιήσαιτο ὑπὲρ οὐδενός, οὐδὲ τοὺς ἐπαίνους τοὺς παρʼ αὐτῶν ἀποδέχονται ὡς ἀληθεῖς.
16
ἴσασι γὰρ ὅτι πάντα θωπεύοντες ὑπʼ ἀνάγκης λέγουσιν. ἔπειτα δὲ εἰρήκασι τοὺς μὲν ὡς πτωχῷ, τοὺς δὲ ὡς μαινομένῳ ἀπάρχεσθαι, καὶ μᾶλλον οἴονται τοὺς τότε καταγνῶναι αὐτοῦ μανίαν τἀληθῆ λέγοντος ἢ ψευδομένου. οὐ μὴν ὅσον γε ἐπὶ τούτοις ψέγω Ὅμηρον· κωλύει γὰρ οὐθὲν ἄνδρα σοφὸν πτωχεύειν οὐδὲ μαίνεσθαι δοκεῖν· ἀλλʼ ὅτι κατὰ τὴν ἐκείνων δόξαν, ἣν ἔχουσι περὶ Ὁμήρου καὶ περὶ τῶν τοιούτων, εἰκός ἐστι μηθὲν ὑγιὲς εἶναι τῶν εἰρημένων ὑπʼ αὐτοῦ.