17
οὐ τοίνυν οὐδὲ τόδε νομίζουσιν, οὐκ εἶναι ἐν τῇ Ὁμήρου φύσει τὸ ψεῦδος οὐδὲ ἀποδέχεσθαι αὐτὸν τοιοῦτον· πλεῖστα γοῦν τὸν Ὀδυσσέα πεποίηκε ψευδόμενον, ὃν μάλιστα ἐπῄνει, τὸν δὲ Αὐτόλυκον καὶ ἐπιορκεῖν φησι, καὶ τοῦτʼ αὐτῷ παρὰ τοῦ Ἑρμοῦ δεδόσθαι. περὶ δὲ θεῶν πάντες, ὡς ἔπος εἰπεῖν, ὁμολογοῦσι μηθὲν ἀληθὲς λέγειν Ὅμηρον καὶ οἱ πάνυ ἐπαινοῦντες αὐτόν, καὶ τοιαύτας ἀπολογίας πειρῶνται πορίζειν, ὅτι οὐ φρονῶν ταῦτʼ ἔλεγεν, ἀλλʼ αἰνιττόμενος καὶ μεταφέρων.
18
τί οὖν κωλύει καὶ περὶ τῶν ἀνθρώπων αὐτὸν οὕτως εἰρηκέναι; ὅστις γὰρ περὶ θεᾶν οὐ φανερῶς τἀληθῆ φησιν, ἀλλὰ τοὐναντίον οὕτως ὥστε τὰ ψευδῆ μᾶλλον ὑπολαμβάνειν τοὺς ἐντυγχάνοντας, καὶ ταῦτα μηδὲν ὠφελούμενος, πῶς ἂν περί γε ἀνθρώπων ὀκνήσειεν ὁτιοῦν ψεῦδος εἰπεῖν; καὶ ὅτι μὲν πεποίηκεν ἀλγοῦντας τοὺς θεοὺς καὶ στένοντας καὶ τιτρωσκομένους καὶ ἀποθνῄσκοντας σχεδόν, ἔτι δὲ μοιχείας καὶ δεσμὰ καὶ διεγγυήσεις θεῶν, οὐ λέγω, πρότερον εἰρημένα πολλοῖς. οὐδὲ γὰρ βούλομαι κατηγορεῖν Ὁμήρου, μόνον δὲ ἐπιδεῖξαι τἀληθὲς ὡς γέγονεν· ἐπεί τοι καὶ ἀπολογήσομαι περὶ αὐτοῦ τὰ ἐμοὶ δοκοῦντα.
19
ὅτι δὲ τὸ ψεῦδος οὐκ ὤκνει πάντων μάλιστα οὐδὲ αἰσχρὸν ἐνόμιζε, τοῦτο λέγω· πότερον δὲ ὀρθῶς ἢ μὴ παρίημι νῦν σκοπεῖν. ἀφεὶς οὖν ὅσα δοκεῖ δεινὰ πεποιηκέναι περὶ θεῶν καὶ οὐ πρέποντα ἐκείνοις, τοσοῦτό φημι μόνον, ὅτι λόγους οὐκ ὤκνει τῶν θεῶν ἀπαγγέλλειν, οὕς φησιν αὐτοὺς διαλέγεσθαι πρὸς αὑτούς, καὶ οὐ μόνον γε τοὺς ἐν κοινῷ γενομένους καὶ παρατυγχανόντων ἁπάντων τῶν θεῶν, ἀλλὰ καὶ οὓς ἰδίᾳ τινὲς διαλέγονται ἀλλήλοις,