20
οἷον ὁ Ζεὺς τεθυμωμένος τῇ Ἥρᾳ διὰ τὴν ἀπάτην καὶ τὴν ἧτταν τῶν Τρώων, καὶ πρότερον Ἥρα πρὸς τὴν Ἀφροδίτην, παρακαλοῦσα φαρμάξαι τὸν πατέρα καὶ δοῦναι τὸ φίλτρον αἰτῇ, τὸν κεστὸν ἱμάντα, ὡς εἰκός, ἐν ἀπορρήτῳ τοῦτο ἀξιοῦσα. οὐδὲ γὰρ τῶν ἀνθρώπων εἰκὸς ἄλλον τινὰ εἰδέναι τὰ τοιαῦτα, ἀνδρὸς καὶ γυναικὸς διαφερομένων καὶ λοιδορούντων ἐνίοτε ἀλλήλους. καὶ τὸν Ὀδυσσέα πεποίηκεν ἐπανορθούμενον τὸ τοιοῦτο, μὴ δόξῃ ἀλαζὼν διηγούμενος τοὺς παρὰ τοῖς θεοῖς γενομένους ὑπὲρ αὑτοῦ λόγους. ἔφη γὰρ ἀκοῦσαι τῆς Καλυψοῦς, ἐκείνην δὲπαρά του πυθέσθαι· περὶ αὑτοῦ δὲ οὐδὲν τοιοῦτον εἴρηκεν ὅτι πύθοιτο παρὰ θεοῦ τινος.
21
οὕτω πάνυ κατεφρόνει τῶν ἀνθρώπων, καὶ οὐθὲν αὐτῷ ἔμελεν, εἰ δόξει μηθὲν λέγειν ἀληθές. οὐ γὰρ δὴ πείσειν γε ἐνόμιζέ τινα ὡς ἐπίσταιτο τοὺς παρὰ τοῖς θεοῖς γενομένους ὑπὲρ αὑτοῦ λόγους. ἔφη γὰρ ἀκοῦσαι ἅπαντα καὶτοὺς πολλοὺς ἔπεισε. διηγεῖται δὲ καὶ τὴν συνουσίαν τὴν τοῦ Διὸς πρὸς τὴν Ἥραν ἐν τῇ Ἴδῃ γενομένην καὶ τοὺς λόγους οὓς εἶπε πρὸ τῆς συνουσίας, ὡς αὐτὸς ἑωρακώς τε καὶ ἀκηκοώς, καὶ οὐδὲν αὐτὸν ἐκώλυσεν, ὡς ἔοικε, τὸ νέφος, ὅ περιεκάλυψεν ὁ Ζεὺς τοῦ μὴ φανερὸς γενέσθαι.
22
τούτοις δὲ ἐπέθηκε τὸν κολοφῶνα σχεδόν· ἵνα γὰρ μὴ ἀπορῶμεν ὅπως ξυνίει τῶν θεῶν, οὕτως διαλέγεται ἡμῖν σχεδὸν ὡς ἔμπειρος τῆς τῶν θεῶν γλώττης, καὶ ὅτι οὐχ ἡ αὐτή ἐστι τῇ ἡμετέρᾳ οὐδὲ τὰ αὐτὰ ὀνόματα ἐφʼ ἑκάστῳ λέγουσιν ἅπερ καὶ ἡμεῖς. ἐνδείκνυται δὲ ταῦτα ἐπὶ ὀρνέου τινός, ὅ φησι τοὺς μὲν θεοὺς χαλκίδα καλεῖν, τοὺς δὲ ἀνθρώπους κύμινδιν, καὶ ἐπὶ τόπου τινὸς πρὸ τῆς πόλεως, ὃν τοὺς μὲν ἀνθρώπους Βατίειαν ὀνο- μάζειν, τοὺς δὲ θεοὺς Σῆμα Μυρίνης.