24
ἐπιχειρήσας γὰρ τὸν πόλεμον εἰπεῖν τὸν γενόμενον τοῖς Ἀχαιοῖς πρὸς τοὺς Τρῶας, οὐκ εὐθὺς ἤρξατο ἀπὸ τῆς ἀρχῆς, ἀλλʼ ὅθεν ἔτυχεν· ὃ ποιοῦσι πάντες οἱ ψευδόμενοι σχεδόν, ἐμπλέκοντες καὶ περιπλέκοντες καὶ οὐθὲν βουλόμενοι λέγειν ἐφεξῆς· ἧττον γὰρ κατάδηλοί εἰσιν· εἰ δὲ μή, ὑπʼ αὐτοῦ τοῦ πράγματος ἐξελέγχονται.
25
τοῦτο δὲ ἰδεῖν ἔστι καὶ ἐν τοῖς δικαστηρίοις καὶ παρʼ ἄλλοις γιγνόμενον, οἳ μετὰ τέχνης ψεύδονται. οἱ δὲ βουλόμενοι τὰ γενόμενα ἐπιδεῖξαι, ὡς ξυνέβη ἕκαστον, οὕτως ἀπαγγέλλουσι, τὸ πρῶτον πρῶτον καὶ τὸ δεύτερον δεύτερον καὶ τἄλλα ἐφεξῆς ὁμοίως. ἓν μὲν τοῦτο αἴτιον τοῦ μὴ κατὰ φύσιν ἄρξασθαι τῆς ποιήσεως·ἕτερον δέ, ὅτι τὴν ἀρχὴν αὐτῆς καὶ τὸ τέλος μάλιστα ἐπεβούλευσεν ἀφανίσαι καὶ ποιῆσαι τὴν ἐναντίαν δόξαν ὑπὲρ αὐτῶν.
26
ὅθεν οὔτε τὴν ἀρχὴν οὔτε τὸ τέλος ἐτόλμησεν εἰπεῖν ἐκ τοῦ εὐθέος, οὐδὲ ὑπέσχετο ὑπὲρ τούτων οὐδὲν ἐρεῖν, ἀλλʼ εἴ που καὶ μέμνηται, παρέργως καὶ βραχέως, καὶ δῆλός ἐστιν ἐπιταράττων· οὐ γὰρἐθάρρει πρὸς αὐτὰ οὐδὲ ἐδύνατο εἰπεῖν ἑτοίμως. συμβαίνει δὲ καὶ τοῦτο τοῖς ψευδομένοις ὡς τὸ πολύ γε, ἄλλα μέν τινα λέγειν τοῦ πράγματος καὶ διατρίβειν ἐπʼ αὐτοῖς, ὃ δʼ ἂν μάλιστα κρύψαι θέλωσιν, οὐ προτιθέμενοι λέγουσιν οὐδὲ προσέχοντι τῷ ἀκροατῇ, οὐδʼ ἐν τῇ αὑτοῦ χώρᾳ τιθέντες, ἀλλʼ ὡς ἂν λάθοι μάλιστα,καὶ διὰ τοῦτο καὶ ὅτι αἰσχύνεσθαι ποιεῖ τὸ ψεῦδος καὶ ἀποκνεῖν προσιέναι πρὸς αὑτό, ἄλλως τε ὅταν ᾖ περὶ τῶν μεγίστων.
27
ὅθεν οὐδὲ τῇ φωνῇ μέγα λέγουσιν οἱ ψευδόμενοι, ὅταν ἐπὶ τοῦτο ἔλθωσιν· οἱ δέ τινες αὐτῶν βατταρίζουσι καὶ ἀσαφῶς λέγουσιν· οἱ δὲ οὐχ ὡς αὐτοί τι εἰδότες, ἀλλʼ ὡς ἑτέρων ἀκούσαντες. ὃς δʼ ἂνἀληθὲς λέγῃ τι, θαρρῶν καὶ οὐδὲν ὑποστελλόμενος λέγει. οὔτε οὖν τὰ περὶ τὴν ἁρπαγὴν τῆς Ἑλένης Ὅμηρος εἴρηκεν ἐκ τοῦ εὐθέος οὐδὲ παρρησίαν ἄγων ἐπʼ αὐτοῖς οὔτε τὰ περὶ τῆς ἁλώσεως τῆς πόλεως. καίτοι γάρ, ὡς ἔφην, ἀνδρειότατος ὢν ὑποκατεκλίνετο καὶ ἡττᾶτο, ὅτι ᾔδει τἀναντία λέγων τοῖς οὖσι καὶ τὸ κεφάλαιον αὐτὸ τοῦ πράγματος ψευδόμενος.