46
μετὰ δὲ ταῦτα, ἔφη, φοβούμενος τοὺς Τυνδαρίδας ὁ Ἀγαμέμνων· ἠπίστατο γὰρ ὅτι ξένος ὢν καὶ ἔπηλυς ἄρχοι τῶν Ἀργείων· ἐβούλετο προσλαβεῖν αὐτοὺς κηδεύσας, καὶ διὰ τοῦτο ἔγημε Κλυταιμνήστραν· τὴν δὲ Ἑλένην ἐμνήστευε μὲν τῷ ἀδελφῷ, οὐδεὶς δὲ ἔφασκε τῶν Ἑλλήνων ἐπιτρέψειν, καὶ γὰρ προσήκειν ἕκαστος αὑτῷ τοῦ γένους μᾶλλον ἢ Μενελάῳ, Πελοπίδῃ ὄντι. ἧκον δὲ καὶ ἔξωθεν πολλοὶ μνηστῆρες διά τε τὴν δόξαν τὴν περὶ τοῦ κάλλους καὶ τὴν δύναμιν τῶν ἀδελφῶν καὶ τοῦ πατρός.
47
ἐδόκει οὖν μοι καὶ τοῦτο ἀληθὲς λέγειν, ὅπου τὴν Κλεισθένους θυγατέρα τοῦ Σικυωνίων τυράννου καὶ τῶν ἀπὸ Ἰταλίας τινὰ μνηστεῦσαί φασιν· ἔτι δὲ Ἱπποδάμειαν τὴν Οἰνομάου Πέλοψ ἔγημεν ἐκ τῆς Ἀσίας ἀφικόμενος, Θησεὺς δὲ ἀπὸ τοῦ Θερμώδοντος ποταμοῦ μίαν τῶν Ἀμαζόνων·
48
ὡς δὲ ἐκεῖνος ἔφη, καὶ τὴν Ἰὼ ἀφικέσθαι ἐκδοθεῖσαν εἰς Αἴγυπτον, ἀλλὰ μὴ βοῦν γενομένην οὕτως οἰστρήσασαν ἐλθεῖν. οὕτως δὲ ἔθους ὄντος ἐκδιδόναι καὶ λαμβάνειν γυναῖκας παρʼ ἀλλήλων καὶ τοὺς πλεῖστον ἀπέχοντας τοῖς ἐνδοξοτάτοις, καὶ τὸν Ἀλέξανδρον ἀφικέσθαι κατὰ μνηστείαν ἔφη, πιστεύοντα τῇ δυνάμει τοῦ πατρός, σχεδόν τι βασιλεύοντος τῆς Ἀσίας ἁπάσης, καὶ οὐδὲ πολὺ τῆς Τροίας ἀπεχούσης, ἄλλως τε καὶ τῶν Πελοπιδῶν ἤδη δυναστευόντων ἐν τῇ Ἑλλάδι καὶ πολλῆς ἐπιμιξίας γενομένης.
49
ἐλθόντα δὲ μετὰ πολλοῦ πλούτου καὶ παρασκευῆς ὡς ἐπὶ μνηστείαν, καὶ διαφέροντα κάλλει, εἰς λόγους αὐτὸν καταστῆναι Τυνδάρεῴ τε καὶ τοῖς ἀδελφοῖς τῆς Ἑλένης, λέγοντα περὶ τῆς ἀρχῆς τῆς Πριάμου καὶ τῶν χρημάτων τοῦ πλήθους καὶ τῆς ἄλλης δυνάμεως, καὶ ὅτι αὑτοῦ γίγνοιτο ἡ βασιλεία· τὸν δὲ Μενέλαον ἰδιώτην ἔφη εἶναι· τοῖς γὰρ Ἀγαμέμνονος παισίν, ἀλλʼ οὐκ ἐκείνῳ τὴν ἀρχὴν προσήκειν· καὶ ὡς θεοφιλὴς εἴη καὶ ὡς ἡ Ἀφροδίτη αὐτῷ ὑπόσχοιτο τὸν ἄριστον γάμον τῶν ἐν ἀνθρώποις· αὐτὸς οὖν προκρῖναι τῆν ἐκείνου θυγατέρα, ἐξὸν αὐτῷ λαβεῖν ἐκ τῆς Ἀσίας τινά, εἰ βούλοιτο, εἴτε τοῦ Αἰγυπτίων βασιλέως εἴτε τοῦ Ἰνδῶν.