53
κρεῖττον οὖν εἶναι μὴ καταλιπεῖν ἀρχὴν πολέμου καὶ στάσεως ἐν τοῖς Ἕλλησι. τὸν δὲ ἄχθεσθαι μέν, οὐκ ἔχειν δὲ ὅπως κωλύσῃ τὸν Τυνδάρεων· κύριον γὰρ εἶναι τῆς αὑτοῦ θυγατρός· καὶ ἅμα φοβεῖσθαι τοὺς παῖδας αὐτοῦ. καὶ οὕτως δὴ λαβεῖν Ἀλέξανδρον τὴν Ἑλένην ἐκ τοῦ δικαίου, πείσαντα τοὺς γονεῖς αὐτῆς καὶ τοὺς ἀδελφούς, καὶ ἀφικέσθαι ἄγοντα μετὰ πολλοῦ ζήλου καὶ χαρᾶς· καὶ τόν τε Πρίαμον καὶ τὸν Ἕκτορα καὶ τοὺς ἄλλους ἅπαντας ἥδεσθαι τῷ γάμῳ, καὶ τὴν Ἑλένην ὑποδέχεσθαι μετὰ θυσιῶν καὶ εὐχῶν.
54
σκόπει δέ, ἔφη, τὴν εὐήθειαν τοῦ ἐναντίου λόγου, εἴ σοι δοκεῖ δυνατὸν εἶναι πρῶτον μὲν ἐρασθῆναί τινα γυναικός, ἣν οὐπώποτε εἶδεν· ἔπειτα καὶ πεῖσαι καταλιποῦσαν τὸν ἄνδρα καὶ τὴν πατρίδα καὶ πάντας τοὺς ἀναγκαίους, ἔτι δὲ οἶμαι θυγατρίου γεγονυῖαν μητέρα, συνακολουθῆσαι ἀνδρὶ ἀλλοφύλῳ. διὰ ταύτην γὰρ τὴν ἀλογίαν συνέπλασαν τὸν περὶ τῆς Ἀφροδίτης μῦθον πολὺ τούτων ἀποπληκτότερον.
55
εἰ δὲ ὁ Ἀλέξανδρος ἐνεθυμήθη, πῶς ὅ τε πατὴρ ἐπέτρεψεν οὐκ ὢν ἀνόητος, ἀλλὰ καὶ σφόδρα δοκῶν νοῦν ἔχειν, ἥ τε μήτηρ; πῶς δὲ εἰκὸς τὸν Ἕκτορα ὕστερον μὲν ὀνειδίζειν καὶ λοιδορεῖσθαι αὐτῷ περὶ τῆς ἁρπαγῆς, ὥς φησιν Ὅμηρος· λέγει γὰρ οὕτως· Δύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά, αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι. οὐ γάρ τοι χραίσμῃ κίθαρις τά τε δῶρʼ Ἀφροδίτης ἥ τε κόμη τό τε εἶδος, ὅτʼ ἐν κονίῃσι μιγείης·
56
ἐξ ἀρχῆς δὲ πράττοντι συγχωρῆσαι ταῦτα; ὅ τε Ἕλενος πῶς οὐ προέλεγε μάντις ὤν, ἥ τε Κασσάνδρα θεοφορουμένη, πρὸς δὲ τούτοις ὁ Ἀντήνωρ δοκῶν φρονεῖν, ἀλλʼ ὕστερον ἠγανάκτουν καὶ ἐπέπληττον ἐπὶ πεπραγμένοις, ἐξὸν ἀφʼ ἑστίας κωλύειν; ἵνα δὲ εἰδῇς τὴν ὑπερβολὴν τῆς ἠλιθιότητος καὶ ὡς τὰ ψευδῆ ἀλλήλοις μάχεται· λέγουσι γὰρ ὡς πρὸ ὀλίγων ἐτῶν Ἡρακλῆς πεπορθήκει τὴν πόλιν διὰ μικρὰν πρόφασιν, ὀργισθεὶς ὑπὲρ ἵππων, ὅτι ὑποσχόμενος αὐτῷ δώσειν ὁ Λαομέδων ψεύσαιτο.