67
καίτοιεἰ πρότερον ἐρῶσα τοῦ Ἀλεξάνδρου ἔμενεν, πῶς ἔτι ἐβούλετο μένειν, εἰ μὴ καὶ Δηιφόβου αὐτὴν ἐρασθῆναι λέγουσιν; εἰκὸς γὰρ ἦν πεῖσαι τοὺς Τρῶας, ἀποδοῦναι αὐτὴν ἑτοίμους ὄντας. εἰ δὲ ἐφοβεῖτο τοὺς Ἀχαιούς, διαλύσεις πρότερον εὑρέσθαι χρῆν· καὶ γὰρ ἐκεῖνοι ἀγαπητῶς ἂν ἀπηλλάγησαν τοῦ πολέμου, πλείστωνκαὶ ἀρίστων τεθνηκότων. ἀλλʼ οὐ γὰρ ἦν ἀληθὲς τὸ τῆς ἁρπαγῆς οὐδὲ παρέσχον αἰτίαν τοῦ πολέμου οἱ Τρῶες, ὅθεν εὐέλπιδες ἦσαν περιγενέσθαι. οἱ γὰρ ἄνθρωποι, ἐν οἷς ἂν ἀδικῶνται, μέχρι ἐσχάτου ὑπομένουσιν ἀμυνόμενοι.
68
ταῦτα μὲν οὖν μὴ ἄλλως νόμιζε πραχθῆναι ἢ ὡς ἐγὼ λέγω. πολὺ γὰρ πιστότερον ἑκόντα Τυνδάρεων κηδεῦσαι τοῖς βασιλεῦσι τῆς Ἀσίας, καὶ Μενέλἁ??ʼν τῆς μνηστείας ἀπελπίσαντα βαρέως ἐνεγκεῖν, καὶ Ἀγαμέμνονα φοβηθῆναι τοὺς Πριαμίδας μὴ κατάσχωσι τὴν Ἑλλάδα, ἀκούοντα καὶ Πέλοπα τὸν αὑτοῦ πρόγονον, ἐκ τῆς αὐτῆς ὄντα χώρας, διὰ τὸ κῆδος τὸ Οἰνομάου τὴν Πελοπόννησον κατασχεῖν, καὶ τοὺς ἄλλους ἡγεμόνας συνάρασθαι τοῦ πολέμου, μνησικακοῦντας, ὅτι αὐτὸς ἕκαστος οὐκ ἔγημεν, ἢ ἐρασθῆναι μὲν Ἀλέξανδρον ἧς ἠγνόει γυναικός, ἐπιτρέψαι δὲ αὐτῷ τὸν πατέρα πλεῦσαι τοιαύτης ἕνεκα πράξεως,
69
καὶ ταῦτα, ὥς φασιν, οὐ πάλαι τῆς Τροίας ἁλούσης ὑπὸ Ἑλλήνων καὶ τοῦ πατρὸς αὐτοῦ Λαομέδοντος ἀποθανόντος· ὕστερον δὲ πολεμουμένους καὶ τοσαῦτα κακὰ πάσχοντας μὴ θέλειν ἐκδοῦναι μήτε ζῶντος Ἀλεξάνδρου μήτε ἀποθανόντος, οὐδεμίαν ἐλπίδα ἔχοντας τῆς σωτηρίας· τὴν δὲ Ἑλένην ἐρασθῆναι μὲν ξένου ἀνδρός, ᾧ τὴν ἀρχὴν οὐκ εἰκὸς αὐτὴν ἐν ὁμιλίᾳ γενέσθαι, καταλιποῦσαν δὲ τὴν πατρίδα καὶ τοὺς οἰκείους καὶ τὸν ἄνδρα μετʼ αἰσχύνης ἐλθεῖν εἰς ἀνθρώπους μισοῦντας· πάντα ταῦτα δὲ γιγνόμενα μηδένα κωλῦσαι, καὶ μήτε ἐξιοῦσαν αὐτήν, καὶ ταῦτα πεζῇ, ἕως θαλάττης μήτε ἀποπλεύσασαν διῶξαι, συνάρασθαι δὲ τοῦ στόλου τὴν Θησέως μητέρα πρεσβυτέραν καὶ δῆλον ὅτι μισοῦσαν τὴν Ἑλένην·