78
ὅθεν Αἰνείαν τε οὕτως ἐπελθὼν ὀλίγου ἀπέκτεινεν ἐν τῇ Ἴδῃ καὶ πολλοὺς ἄλλους κατὰ τὴν χώραν, καὶ τῶν φρουρίων ᾕρει τὰ κακῶς φυλαττόμενα· οὐδὲ γὰρ τῆς γῆς ἐπεκράτουν οἱ Ἀχαιοὶ ἀλλʼ ἢ μόνον τοῦ στρατοπέδου. τεκμήριον δέ· οὐ γὰρ ἄν ποτε Τρωίλος ἔξω τοῦ τείχους ἐγυμνάζετο, καὶ ταῦτα μακρὰν ἀπὸ τῆς πόλεως, οὐδʼ ἂν ἐγεώργουν τὴν Χερρόνησον, ὡς ὁμολογοῦσι πάντες, εἴπερ ἐκράτουν τῆς Τρῳάδος, οὐδʼ ἂν ἐκ Λήμνου οἶνος ἐκομίζετο αὐτοῖς.
79
κακῶς δὲ φερομένων τῶν Ἀχαιῶν ἐν τῷ πολέμῳ καὶ μηδενὸς ἀποβαίνοντος ὧν ἤλπισαν, ἀλλὰ συμμάχων ἐπιρρεόντων ἀεὶ τοῖς Τρωσὶ πλειόνων, λοιμός τε καὶ λιμὸς αὐτοὺς ἐπίεζε καὶ στάσις ἐγένετο τῶν ἡγεμόνων, ὅπερ εἴωθεν ὡς τὸ πολὺ γίγνεσθαι τοῖς κακῶς πράττουσιν, οὐ τοῖς κρατοῦσιν.
80
ὁμολογεῖ δὲ ταῦτα καὶ Ὅμηρος· οὐδὲ γὰρ ἐδύνατο πάντα τἀληθῆ ἀποκρύψασθαι· ἐν οἷς φησι τὸν Ἀγαμέμνονα ἐκκλησίαν συναγαγεῖν τῶν Ἑλλήνων, ὡς ἀπάξοντα τὸ στράτευμα, δῆλον ὅτι τοῦ πλήθους χαλεπῶς φέροντος καὶ ἀπιέναι βουλομένου, καὶ τὸν ὄχλον ὁρμῆσαι πρὸς τὰς ναῦς· τὸν δὲ Νέστορα καὶ τὸν Ὀδυσσέα κατασχεῖν μόλις μαντείαν τινὰ προβαλλομένους καὶ ὀλίγον εἶναι χρόνον φάσκοντας, ὃν ἐδέοντο αὐτῶν ὑπομεῖναι.
81
τὸν δὲ μάντιν τούτων Ἀγαμέμνων ἐν τοῖς ἄνω ἔπεσί φησι μηδὲν πώποτε ἀληθὲς μαντεύεσθαι. μέχρι μὲν οὖν τούτων ἐφεξῆς οὐ πάνυ φαίνεται τῶν ἀνθρώπων καταφρονῶν Ὅμηρος, ἀλλὰ τρόπον τινὰ ἔχεσθαι τἀληθοῦς, εἰ μή γε τὰ περὶ τὴν ἁρπαγὴν οὐκ αὐτὸς ὡς γενόμενα διηγούμενος, ἀλλʼ Ἕκτορα ποιήσας ὀνειδίζοντα Ἀλεξάνδρῳ καὶ Ἑλένην ὀδυρομένην πρὸς Πρίαμον, καὶ αὐτὸν Ἀλέξανδρον μεμνημένον ἐν τῇσυνουσίᾳ τῇ πρὸς τὴν Ἑλένην, ὃ πάντων σαφέστατα ἔδει ῥηθῆναι καὶ μετὰ πλείστης σπουδῆς· ἔτι δὲ καὶ τὰ περὶ τὴν μονομαχίαν.
82
οὐ γὰρ δυνάμενος εἰπεῖν ὡς ἀπέκτεινε τὸν Ἀλέξανδρον ὁ Μενέλαος, κενὰς αὐτῷ χαρίζεται χάριτας καὶ νίκην γελοίαν, ὡς τοῦ ξίφους καταχθέντος. οὐ γὰρ ἦν τῷ τοῦ Ἀλεξάνδρου χρήσασθαι,τοσοῦτόν γε κρείττονα ὄντα, ὡς ἕλκειν αὐτὸν εἰς τοὺς Ἀχαιοὺς ζῶντα μετὰ τῶν ὅπλων, ἀλλʼ ἀπάγχειν ἔδει τῷ ἱμάντι;