98
καίτοι πῶς ἂν ὁ Ἀχιλλεὺς ἐν τοσούτῳ κινδύνῳ τοῦ στρατοπέδου ὄντος καὶ τῶν νεῶν ἤδη καιομένων καὶ ὅσον οὔπω ἐπʼ αὐτὸν ἥκοντος τοῦ δεινοῦ, καὶ τὸν Ἕκτορα ἀκούων ὅτι φησὶ μηδένα αὑτῷἀξιόμαχον εἶναι καὶ τὸν Δία βοηθεῖν αὑτῷ καὶ δεξιὰ σημεῖα φαίνειν, εἴ γε ἐβούλετο σῶσαι τοὺς Ἀχαιούς, αὐτὸς μὲν ἐν τῇ σκηνῇ ἔμενεν ἄριστος ὢν μάχεσθαι, τὸν δὲ πολὺ χείρονα αὑτοῦ ἔπεμπε; καὶ ἅμα μὲν παρήγγελλεν ἐμπεσεῖν ἰσχυρῶς καὶ ἀμύνεσθαι τοὺς Τρῶας, ἅμα δὲ τῷ Ἕκτορι μὴ μάχεσθαι; οὐδὲ γὰρ ἐπʼ ἐκείνῳ ἦν οἶμαι προελθόντι γε ἅπαξ ὅτῳ ἐβούλετο μάχεσθαι.
99
οὕτως δὲ ὑποκαταφρονῶν τοῦ Πατρόκλου καὶ ἀπιστῶν αὐτῷ, τὴν δύναμιν ἐπέτρεπεν ἐκείνῳ καὶ τὰ ὅπλα τὰ αὑτοῦ καὶ τοὺς ἵππους, ὡς ἂν κάκιστά τις βουλεύσαιτο περὶ τῶν αὑτοῦ, πάντα ἀπολέσαι βουλόμενος· ἔπειτα ηὔχετο τῷ Διὶ ὑποστρέψαι τὸν Πάτροκλον μετὰτῶν ὅπλων ἁπάντων καὶ τῶν ἑταίρων, οὕτως ἀνοήτως πέμπων αὐτὸν πρὸς ἄνδρα κρείττονα, ᾧ προκαλουμένῳ τοὺς ἀρίστους οὐδεὶς ὑπακοῦσαι ἤθελεν,
100
ὁ δὲ Ἀγαμέμνων ἄντικρυς ἔφη καὶ τὸν Ἀχιλλέα φοβεῖσθαι καὶ μὴ βούλεσθαι συμβαλεῖν ἐκείνῳ; τοιγαροῦν οὕτω βουλευσάμενον αὐτὸν λέγει τοῦ τε ἑταίρου στερηθῆναι καὶ πολλῶνἑτέρων, ὀλίγου δὲ καὶ τῶν ἵππων καὶ ἄοπλον γενέσθαι. ἃ οὐδέποτʼ ἂν ἐποίησεν Ἀχιλλεὺς μὴ ἀπόπληκτος ὤν· εἰ δὲ μή, πάντως ἂν αὐτὸν ἐκώλυσε Φοῖνιξ. ἀλλʼ οὐ γὰρ ἐβούλετο, φησί, ταχέως ἀπαλλάξαι τοῦ κινδύνου τοὺς Ἀχαιούς, ἕως ἂν λάβῃ τὰ δῶρα, καὶ ἅμα οὐδέπω τῆς ὀργῆς ἐπέπαυτο.
101
καὶ τί ἦν ἐμποδὼν αὐτὸν προελθόντα ἐφʼ ὅσον ἐβούλετο πάλιν μηνίειν; ξυνεὶς δὲ τῆς τοιαύτης ἀλογίας αἰνίττεται διὰ πρόρρησίν τινα μένειν αὐτόν, ὡς, εἰ ἐξῄει, πάντως ἀποθανούμενον, ἄντικρυς αὐτοῦ κατηγορῶν δειλίαν· καίτοι ἐξῆν αὐτῷ διὰ ταύτην τὴν πρόρρησιν ἀποπλεῦσαι διενεχθέντα πρὸς τὸν Ἀγαμέμνονα. οὐ μέντοι ἀλλὰ καὶ περὶ τοῦ Πατρόκλου ἐτύγχανεν ἀκηκοὼς τῆς μητρός, ὅν φησιν ἐν ἴσῳ τῇ ἑαυτοῦ κεφαλῇ τιμᾶν καὶ μηδὲ αὐτὸς ἔτι βούλεσθαι ζῆν ἐκείνου ἀποθανόντος.