12
ταῦτα δὲ ὑμῖν ἐναντίον τοῦδε τοῦ θεοῦ προλέγω καὶ ξυμβουλεύω διʼ εὔνοιαν καὶ φιλίαν προαγόμενος. οἶμαι δὲ ἐμαυτὸν ἂν πρῶτον πείθειν καὶ παρακαλεῖν, εἴ μοι τὰ τοῦ σώματος καὶ τὰ τῆς ἡλικίας ἐπεδέχετο· ἀλλὰ γὰρ ἀνάγκη διὰ τὸ κακοπαθεῖν, εἴ πού τι δυνησόμεθα εὑρέσθαι παρὰ τῶν παλαιῶν ἀνδρῶν ὥσπερ ἀπερριμμένον ἤδη καὶ ἕωλον σοφίας λείψανον χήτει τῶν κρειττόνων τε καὶ ζώντων διδασκάλων.ἐρῶ δὲ ὑμῖν καὶ ἄλλο, ὃ πέπονθα τῇ γλαυκὶ παραπλήσιον, ἐὰν καὶ βούλησθε καταγελᾶν τῶν λόγων.
13
ὥσπερ γὰρ ἐκείνη αὐτὴ μὲν οὐδὲν χρῆται τοῖς προσπετομένοις, ἀνδρὶ δὲ ὀρνιθοθήρᾳ πάντων λυσιτελέστατόν ἐστι κτημάτων· οὐδὲν γὰρ δεῖ οὔτε τροφὴν προβάλλειν οὔτε φωνὴν μιμεῖσθαι, μόνον δʼ ἐπιδεικνύντα τὴν γλαῦκα πολὺπλῆθος ἔχειν ὀρνέων· οὕτω κἀμοὶ τῆς σπουδῆς τῶν πολλῶν οὐδὲν ὄφελος. οὐ γὰρ λαμβάνω μαθητάς, εἰδὼς ὅτι οὐδὲν ἂν ἔχοιμι διδάσκειν, ἅτε οὐδʼ αὐτὸς ἐπιστάμενος· ὡς δὲ ψεύδεσθαι καὶ ἐξαπατᾶν ὑπισχνούμενος, οὐκ ἔχω ταύτην τὴν ἀνδρείαν· σοφιστῇ δὲ ἀνδρὶ ξυνὼν μεγάλα ἂν ὠφέλουν ὄχλον πολὺν ἀθροίζων πρὸσαὑτόν, ἔπειτα ἐκείνῳ παρέχων ὅπως βούλεται διαθέσθαι τὴν ἄγραν. ἀλλʼ οὐκ οἶδα ὅπως οὐδείς με ἀναλαμβάνει τῶν σοφιστῶν οὐδὲ ἥδονται ὁρῶντες.
14
σχεδὸν μὲν οὖν ἐπίσταμαι ὅτι πιστεύετέ μοι λέγοντι ὑπὲρ τῆς ἀπειρίας τε κἀνεπιστημοσύνης τῆς ἐμαυτοῦ, δῆλον ὡς διὰ τὴν αὑτῶν ἐπιστήμην καὶ φρόνησιν· καὶτοῦτο οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ Σωκράτει δοκεῖτέ μοι πιστεύειν ἄν, ταὐτὰ ὑπὲρ αὑτοῦ προβαλλομένῳ πρὸς ἅπαντας ὡς οὐδὲν ᾔδει· τὸν δὲ Ἱππίαν καὶ τὸν Πῶλον καὶ τὸν Γοργίαν, ὧν ἕκαστος αὑτὸν μάλιστα ἐθαύμαζε καὶ ἐξεπλήττετο, σοφοὺς ἂν ἡγεῖσθαι καὶ μακαρίους·