81
ἀέρα γὰρ ἢ πῦρ ἐργάσασθαι καὶ τὴν ἄφθονον πηγὴν ὕδατος ἔν τισι θνητοῖς ὀργάνοις ὅσον τε ἐν ἅπασι τούτοις στερεὸν ἕρμα· λέγω δὲ οὐ χρυσοῦ καὶ λίθου, ταῦτα μὲν γὰρ σμικρὰ καὶ φαῦλα, ἀλλὰ τὴν πᾶσαν ἰσχυρὰν καὶ βαρεῖαν οὐσίαν· ἰδίᾳ τε ἕκαστον διακρίνοντα καὶ συμπλέκοντα εἰς ταὐτὸ γένεσιν ζῴων καὶ φυτῶν, οὐδὲ θεοῖς πᾶσι δυνατὸν ἢ μόνῳ τούτῳ σχεδὸν ὃν πάνυ καλῶς ποιητὴς προσεῖπεν ἕτερος, Δωδωναῖε μεγασθενὲς ἀριστοτέχνα πάτερ.
82
οὗτος γὰρ δὴ πρῶτος καὶ τελειότατος δημιουργός, χορηγὸν λαβὼν τῆς αὑτοῦ τέχνης οὐ τὴν Ἠλείων πόλιν, ἀλλὰ τὴν πᾶσαν τοῦ παντὸς ὕλην. Φειδίαν δὲ ἢ Πολύκλειτον οὐκ ἂν εἰκότως ἀπαιτοῖτε πλέον οὐδέν, ἀλλὰ καὶ ταῦτα μείζω καὶ σεμνότερα τῆς ἡμετέρας χειρωναξίας.
83
οὐδὲ γὰρ τὸν Ἥφαιστον Ὅμηρος ἐν ἄλλοις πεποίηκενἐπιδεικνύμενον τὴν ἐμπειρίαν, ἀλλὰ τεχνίτην μὲν θεὸν εὐπόρησεν ἐπὶ τὸ τῆς ἀσπίδος ἔργον, ὕλην δὲ ἑτέραν οὐκ ἐφίκετο εὑρεῖν. φησὶ γὰρ οὕτω· χαλκὸν δʼ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον. ἀνθρώπων μὲν οὖν ἔγωγε οὐδενὶ παραχωρήσαιμʼ ἂν κρείττονα ἐμοῦ ποτε γενέσθαι περὶ τὴν τέχνην, αὐτῷ δὲ τῷ Διί, δημιουργοῦντι τὸν ἅπαντα κόσμον οὐ χρὴ ξυμβάλλειν οὐδένα θνητόν.
84
ταῦτʼ οὖν εἰπόντα καὶ ἀπολογησάμενον τὸν Φειδίαν εἰκότως ἐμοὶ δοκοῦσιν οἱ Έλληνες στεφανῶσαι ἄν. ἴσως δὲ τοὺς πολλοὺσλέληθεν ὁ λόγος ὑπὲρ ὧν γέγονε, καὶ μάλα, ἐμοὶ δοκεῖν, φιλοσόφοις τε ἁρμόττων καὶ πλήθει ἀκοῦσαι, περί τε ἀγαλμάτων ἱδρύσεως, ὅπως δεῖ ἱδρῦσθαι, καὶ περὶ ποιητῶν ὅπως, ἄμεινον ἢ χεῖρον διανοοῦνται περὶ τῶν θείων, ἔτι δὲ περὶ τῆς πρώτης ἐπινοίας θεοῦ, ποία τις καὶ τίνα τρόπον ἐν τοῖς ἀνθρώποις ἐγένετο. πολλὰδὲ οἶμαι καὶ περὶ δυνάμεως ἐρρήθη τοῦ Διὸς κατὰ τὰς ἐπωνυμίας. εἰ δὲ μετʼ εὐφημίας τοῦ τε ἀγάλματος καὶ τῶν ἱδρυσαμένων, πολὺ ἄμεινον.