35
ὅταν δὲ ἐληλυθότες ἦτε ἐπʼ ἄκρον ἀρετῆς, οὐδενός· καὶ οἰκίας μικροτέρας καὶ ἀμείνους οἰκήσετε, καὶ οὐ τοσοῦτον ὄχλον θρέψετε ἀνδραπόδων ἀργῶν καὶ πρὸς οὐδὲν χρησίμων. τὸ δὲ πάντων παραδοξότατον· ὅσῳ γὰρ ἂν εὐσεβέστεροι καὶ ὁσιώτεροι γένησθε, τοσούτῳ ἐλάττων ἔσται παρʼ ὑμῖν ὁ λιβανωτὸς καὶ τὰ θυμιάματα καὶ τὰ στεφανώματα, καὶ θύσετε ἐλάττους θυσίας καὶ ἀπʼ ἐλάττονος δαπάνης, καὶ τὸ πᾶν πλῆθος τὸ νῦν παρʼ ὑμῖν τρεφόμενον πολὺ ἔλαττον ἔσται, καὶ ἡ ξύμπασα πόλις, ὥσπερ ναῦς κουφισθεῖσα, ἀνακύψει τε καὶ πολὺ ἔσται ἐλαφροτέρα καὶ ἀσφαλεστέρα.
36
ταὐτὰ δὲ ταῦτα καὶ Σίβυλλαν εὑρήσετε μαντευομένην ὑμῖν καὶ Βάκιν, εἴπερ ἀγαθὼ χρησμολόγω καὶ μάντιε ἐγενέσθην. ὡς δὲ νῦν τὰ παρόντα διάκειται, χρημάτων ἕνεκα πλήθους, ἃ πάντα πανταχόθεν εἰς ἕνα τοῦτον ἤθροισται τὸν τόπον, τρυφῆς ἐπικρατούσης καὶ πλεονεξίας, ὅμοιόν ἐστιν ὥσπερ εἰ τὴν τοῦ Πατρόκλου πυρὰν κοσμήσας ὁ Ἀχιλλεὺς πολλῶν μὲν ξύλων, πολλῶν δὲ σωμάτων καὶ ἐσθῆτος, ἔτι δὲ πιμελῆς τε καὶ ἐλαίου πρὸς τούτοις, παρακαλεῖ τοὺς ἀνέμους σπένδων καὶ θυσίας ὑπισχνούμενος ἐλθόντας ἐμπρῆσαί τε καὶ ἀνάψαι.
37
τὰ γὰρ τοιαῦτα οὐχ ἧττόν γε πέφυκεν ἐξάπτειν τὴν τῶν ἀνθρώπων ὕβριν καὶ ἀκολασίαν. οὐ μέντοι ἔλεγον ὡς χαλεπὸν αὐτοῖς παιδευθῆναι, ἐπεὶ καὶ τἄλλα, ἔφην, οὐδενὸς βελτίους πρότερον ὄντες ὅσα ἐβουλήθητε ῥᾳδίως ἐμάθετε· λέγω δὲ ἱππικὴν καὶ τοξικὴν καὶ ὁπλιτικήν.
(13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ.
1
τόδε μὴν αὐτὸς ἰδών, οὐ παρʼ ἑτέρων ἀκούσας, διηγήσομαι. ἴσως γὰρ οὐ μόνον πρεσβυτικὸν πολυλογία καὶ τὸ μηδένα διωθεῖσθαι ῥᾳδίως τῶν ἐμπιπτόντων λόγων, πρὸς δὲ τῷ πρεσβυτικῷ τυχὸν ἂν εἴη καὶ ἀλητικόν. αἴτιον δέ, ὅτι πολλὰ τυχὸν ἀμφότεροι πεπόνθασιν, ὧν οὐκ ἀηδῶς μέμνηνται. ἐρῶ δʼ οὖν οἵοις ἀνδράσι καὶ ὅντινα βίον ζῶσι συνέβαλον ἐν μέσῃ σχεδόν τι τῇ Ἑλλάδι.