133
οὐ γὰρ δὴ περί γε πορνοβοσκῶν καὶπερὶ πορνοβοσκίας ὡς ἀμφιβόλων ἀπαγορευτέον, ἀλλὰ καὶ πάνυ ἰσχυριστέον τε καὶ ἀπορρητέον, λέγοντι μηδένα προσχρῆσθαι μήτε οὖν πένητα μήτε πλούσιον ἐργασίᾳ τοιαύτῃ, μισθὸν ὕβρεως καὶ ἀκολασίας ὁμοίως παρὰ πᾶσιν ἐπονείδιστον ἐκλέγοντας, ἀναφροδίτου μίξεως καὶ ἀνεράστων ἐρώτων κέρδους ἕνεκα γιγνομένους συναγωγούς, αἰχμάλωτα σώματα γυναικῶν ἢ παίδων ἢ ἄλλως ἀργυρώνητα ἐπʼ αἰσχύνῃ προϊστάντας ἐπʼ οἰκημάτων ῥυπαρῶν, πανταχοῦ τῆς πόλεως ἀποδεδειγμένων, ἔν τε παρόδοις ἀρχόντων καὶ ἀγοραῖς, πλησίον ἀρχείων τε καὶ ἱερῶν, μεταξὺ τῶν ὁσιωτάτων,
134
μήτʼ οὖν βαρβαρικὰ σώματα μήτε Ἑλλήνων πρότερον μὲν οὐ πάνυ, τὰ νῦν δὲ ἀφθόνῳ τε καὶ πολλῇ δουλείᾳ κεχρημένων, ἐπὶ τὴν τοιαύτην λώβην καὶ ἀνάγκην ἄγοντας, ἱπποφορβῶν καὶ ὀνοφορβῶν πολὺ κάκιον καὶ ἀκαθαρτότερον ἔργον ἐργαζομένους, οὐ κτήνεσι κτήνη δίχα βίας ἑκόντα ἑκοῦσιν ἐπιβάλλοντας οὐδὲν αἰσχυνομένοις, ἀλλὰ ἀνθρώποις αἰσχυνομένοις καὶ ἄκουσιν οἰστρῶντας καὶ ἀκολάστους ἀνθρώπους ἐπʼ ἀτελεῖ καὶ ἀκάρπῳ συμπλοκῇ σωμάτων φθορὰν μᾶλλον ἢ γένεσιν ἀποτελούσῃ, οὐκ αἰσχυνομένους οὐδένα ἀνθρώπων ἢ θεῶν,
135
οὔτε Δία γενέθλιον οὔτε Ἥραν γαμήλιον οὔτε Μοίρας τελεσφόρους ἢ λοχίαν Ἄρτεμιν ἢ μητέρα Ῥέαν, οὐδὲ τὰς προεστώσας ἀνθρωπίνης γενέσεως Εἰλειθυίας οὐδὲ Ἀφροδίτην ἐπώνυμον τῆς κατὰ φύσιν πρὸς τὸ θῆλυ τοῦ ἄρρενος συνόδου τε καὶ ὁμιλίας·
136
μὴ δὴ ἐπιτρέπειν τὰ τοιαῦτα κέρδη μηδὲ νομοθετεῖν μήτε ἄρχοντα μήτε νομοθέτην μήτʼ ἐν ταῖς ἄκρως πρὸς ἀρετὴν οἰκησομέναις πόλεσιν μήτʼ ἐν ταῖς δευτέραις ἢ τρίταις ἢ τετάρταις ἢ ὁποιαισοῦν, ἐὰν ἐπʼ αὐτῶν τινι ᾖ τὰ τοιαῦτα κωλύειν.
137
ἐὰν δʼ ἄρα παλαιὰ ἔθη καὶ νοσήματα ἐσκιρωμένα χρόνῳ παραλάβῃ, μήτοι γε παντελῶς ἐᾶν ἀθεράπευτα καὶ ἀκόλαστα, ἀλλὰ σκοποῦντα τὸ δυνατὸν ἁμῃγέπῃ στέλλειν καὶ κολάζειν. ὡς οὔποτε φιλεῖ τὰ μοχθηρὰ μένειν ἐπὶ τοῖς αὐτοῖς, ἀλλʼ ἀεὶ κινεῖται καὶ πρόεισιν ἐπὶ τὸ ἀσελγέστερον, μηδενὸς ἀναγκαίου μέτρου τυγχάνοντα.