7
καὶ μὴν ὅτι γε τῶν πρὸς τοὺς θεοὺς ἐξῃρημένων, ἃ δεῖ μέγιστα ἡγεῖσθαι, τῶν λοιπῶν οὐδέν ἐστι κάλλιον οὐδὲ δικαιότερον ἢ τιμᾶν τοὺς ἀγαθοὺς ἄνδρας καὶ τῶν εὖ ποιησάντων μεμνῆσθαινομίζω μηδὲ λόγου δεῖσθαι· καίτοι καὶ τὸ συμφέρον οὐχ ἥκιστα ἐν τούτῳ τις ἂν ἴδοι. τοὺς γὰρ σπουδαίους ὄντας περὶ τοὺς εὐεργέτας καὶ τοῖς ἠγαπηκόσι δικαίως χρωμένους πάντες ἡγοῦνται χάριτος ἀξίους καὶ βούλοιτʼ ἂν ἕκαστος ὠφελεῖν κατὰ τὴν ἑαυτοῦ δύναμιν· ἐκ δὲ τοῦ πολλοὺς ἔχειν τοὺς εὐνοοῦντας καὶ συμπράττοντας, ὅταν ᾖ καιρός, καὶ πόλις πᾶσα καὶ ἰδιώτης ἀσφαλέστερον διάγει.
8
ταῦτα τοίνυν ἡγεῖσθε, ἄνδρες Ῥόδιοι, πάνυ φαύλως παρʼ ὑμῖν ἔχοντα καὶ τῆς πόλεως οὐκ ἀξίως, τὰ περὶ τοὺς εὐεργέτας λέγω καὶ τὰς τιμὰς τῶν ἀγαθῶν ἀνδρῶν, οὐκ ἀρχῆθεν ὑμῶν οὕτω τῷ πράγματι χρωμένων· πόθεν; τοὐναντίον γὰρ ὥσπερ ἄλλʼ ἄττα τῶν ὑμετέρων διαφερόντως ἄν τις ἀποδέξαιτο καὶ θαυμάσειεν, οὕτω μοι δοκεῖτε καὶ τιμῆς μάλιστα προνοῆσαι· γνοίη δʼ ἄν τις εἰς τὸ τῶν εἰκόνων πλῆθος ἀπιδών· μοχθηροῦ δὲ ἄλλως κατεσχηκότος ἔθους ἔκ τινος χρόνου, καὶ μήτε τιμωμένου λοιπὸν παρʼ ὑμῖν μηδενός, εἰ βούλεσθε τἀληθὲς εἰδέναι, τῶν τε πρότερον γενναίων ἀνδρῶν καὶ περὶ τὴν πόλιν προθύμων, οὐκ ἰδιωτῶν μόνον, ἀλλὰ καὶ βασιλέων καί τινων δήμων ὑβριζομένων καὶ τὰς τιμὰς ἀποστερουμένων.
9
ὅταν γὰρ ψηφίσησθε ἀνδριάντα τινί· ῥᾳδίως δὲ ὑμῖν ἔπεισι τοῦτο νῦν ὡς ἂν ἄφθονον ὑπάρχον· ἐκεῖνο μὲν οὐκ ἂν αἰτιασαίμην, τὸ χρόνον τινὰ καὶ διατριβὴν προσεῖναι· τοὐναντίον γὰρ εὐθὺς ἕστηκεν ὃν ἂν εἴπητε, μᾶλλον δὲ καὶ πρότερον ἢ ψηφίσασθαι· συμβαίνει δὲ πρᾶγμα ἀτοπώτατον· ὁ γὰρ στρατηγὸς ὃν ἂν αὐτῷ φανῇ τῶν ἀνακειμένων τούτων ἀνδριάντων ἀποδείκνυσιν· εἶτα τῆς μὲν πρότερον οὔσης ἐπιγραφῆς ἀναιρεθείσης, ἑτέρου δʼ ὀνόματος ἐγχαραχθέντος, πέρας ἔχει τὸ τῆς τιμῆς, καὶ λοιπὸν τέτευχε τῆς εἰκόνος ὁ δόξας ὑμῖν ἄξιος, πάνυ ῥᾳδίως οἶμαι καὶ λυσιτελῶς οὑτωσὶ σκοπουμένοις ὥστε θαυμαστὴν εἶναι τὴν εὐπορίαν καὶ τὸ πρᾶγμα εὐχῆς ἄξιον, εἰ μόνοις ὑμῖν ἔστιν ὃν ἂν βούλήσθε ἱστάναι χαλκοῦν δίχα ἀναλώματος καὶ μηδεμίαν δραχμὴν μήτε ὑμῶν καταβαλόντων μήτε τῶν τιμωμένων.