16
οἱ δὲ ἄνθρωποι δέονται καὶ στεφάνου καὶ εἰκόνος καὶ προεδρίας καὶ τοῦ μνημονεύεσθαι. καὶ πολλοὶ καὶ διὰ ταῦτα ἤδη τεθνήκασιν, ὅπως ἀνδριάντος τύχωσι καὶ κηρύγματος ἢ τιμῆς ἑτέρας καὶ τοῖς αὖθις καταλίπωσι δόξαν τινὰ ἐπιεικῆ καὶ μνήμην ἑαυτῶν. εἰ γοῦν τις ὑμῶν πύθοιτο, ἁπάντων τῶν τοιούτων ἀνῃρημένων καὶ μηδεμιᾶς εἰς ὕστερον μνήμης ἀπολειπομένης μηδὲ ἐπαίνου τῶν εὖ πραχθέντων, εἰ καὶ πολλοστὸν ἡγεῖσθε μέρος ἂν γεγονέναι τῶν θαυμαζομένων παρὰ πᾶσιν ἀνδρῶν ἢ τῶν ἐν πολέμῳ ποτὲ προθύμως ἠγωνισμένων ἢ τῶν τυράννους καθῃρηκότων ἢ τῶν ἑαυτοὺς ἢ τέκνα προειμένων ἕνεκα κοινῆς σωτηρίας ἢ τῶν πόνους μεγάλους πονησάντων ὑπὲρ τῆς ἀρετῆς, ὥσπερ Ἡρακλέα φασὶ καὶ Θησέα καὶ τοὺς ἄλλους ἡμιθέους ποτὲ καὶ ἥρωας, οὐκ ἂν οὐθένα εἰπεῖν οἶμαι.
17
τὸ γὰρ προκαλούμενον ἕκαστον καὶ κινδύνων καταφρονεῖν καὶ πόνους ὑπομένειν καὶ τὸν μεθʼ ἡδονῆς καὶ ῥᾳθυμίας ὑπερορᾶν βίον οὐκ ἂν ἄλλο τις εὕροι παρά γε τοῖς πλείοσι. τοῦτό ἐστι τὸ ποιοῦν ἐν ταῖς μάχαις τοὺς ἀγαθοὺς ἄνδρας ἔμπροσθεν εὑρίσκεσθαι τετρωμένους καὶ μὴ μεταστραφέντας οἴχεσθαι, πολλάκις ἑτοίμου τῆς σωτηρίας ἀποκειμένης. διὰ τοῦτό φησιν ὁ ποιητὴς τὸν Ἀχιλλέα μὴ θελῆσαι γηράσαντα ἀποθανεῖν οἴκοι, καὶ τὸν Ἕκτορα μόνον στῆναι πρὸ τῆς πόλεως, εἰ δέοι, πᾶσι μαχούμενον.
18
τοῦτο ἦν τὸ ποιῆσαν Λακεδαιμονίων τινὰς ἐν τοῖς στενοῖς ἀντιτάξασθαι πρὸς τοσαύτας Περσῶν μυριάδας. τοῦτο ἐποίησε τοὺς ὑμετέρους προγόνους ἅπασαν γῆν καὶ θάλατταν ἐμπλῆσαι τροπαίων καὶ τῆς λοιπῆς Ἑλλάδος τρόπον τινὰ ἐσβεσμένης μόνους ὑμᾶς ἐφʼ αὑτοῖς διαφυλάξαι τὸ κοινὸνἀξίωμα τῶν Ἑλλήνων εἰς τὸν νῦν παρόντα χρόνον. ὅθεν εἰκότως μοι δοκεῖτε μεῖζον ἁπάντων ἐκείνων φρονεῖν.
19
οἱ μὲν γὰρ ἐν ἀρχῇ τὰ πρὸς τοὺς βαρβάρους εὐτυχήσαντες καὶ λαμπροὶ φανέντες τὰ λοιπὰ ἐξήμαρτον, φθόνου μᾶλλον καὶ ἀνοίας καὶ φιλονικίας ἤπερ ἀρετῆς ἐπίδειξιν ποιούμενοι, μέχρι μηδενὸς ἔξωθεν ἐνοχλοῦντοσαὐτοὶ παρείθησαν καὶ πάντα ἤδη τὸν βουλόμενον εἶναι δεσπότην ἐκάλουν. ὑμεῖς δὲ τοσούτους πολέμους κατωρθωκότες ἅπαντας οὐχ ἧττον καλῶς ἀνείλεσθε ἢ γενναίως ἐπολεμήσατε·