23
πρὸς τούτῳ δὲ κἀκεῖνό ἐστιν ὅτι παρʼ οἷς ἂν ἕν τι κινηθῇ, παρʼ ἐκείνοις κεκίνηται πάντα ὁμοίως καὶ τῶν παραπλησίων βέβαιον οὐθέν ἐστιν. οἱ γὰρ τὴν αἰτίαν παραβάντες, καθʼ ἣν οὐκ ἂν ἐδόκει τι συμβῆναι, καὶ ταύτην παρʼ οὐδὲν ἡγησάμενοι, πάντα λελύκασιν ἃ τὴν αὐτὴν εἶχε πρόφασιν τοῦ μένειν βέβαια. οἷον εἴ τις μίαν λύσαι τῶν τιμωριῶν ἡντιναοῦν, οὐδὲ τῶν ἄλλων οὐδεμίαν ἰσχυρὰν καταλέλοιπεν.
24
εἰ δέ γέ τις τὴν μεγίστην ἀνέλοι, φυγὴν ἢ θάνατον, τά γε ἐλάττω τῶν ἐπιτιμίων λοιπὸν ἀνάγκη μηδὲ γεγράφθαι δοκεῖν. ὥσπερ οὖν οἱ παραχαράττοντες τὸ νόμισμα, κἂν μέρος λυμήνωνται, τὸ σύμπαν διεφθαρκέναι δοκοῦσιν ὑπαίτιον ποιήσαντες, ὁμοίως οἱ τῶν τιμῶν τινας ἢ τῶν τιμωριῶν ἀναιροῦντες ὅλον τὸ πρᾶγμα καταλύουσι καὶ τοῦ μηδενὸς ἄξιον δεικνύουσι.
25
καὶ μὴν εἴ τίς με ἔροιτο, τὴν μεγίστην ὡς οἷόν τε ἑκατέρων βλάβην φερόντων, τοῦ τε τὰς τιμὰς ἀπίστως ἔχειν καὶ τοῦ τὰς τιμωρίας ἀσθενῶς, εἰ μὴ δυνατὸν ἀμφότερα εὐλαβηθῆναι, πότερον αὐτῶν ἐπιεικέστερον κρίνω καὶ μετριωτέρων ἀνθρώπων, οὐκ ἂν διστάσας τὸ περὶ τὰς τιμωρίας εἴποιμι· εἴ γε τοῦτο μὲν ἔστιν ἀνενεγκεῖν εἰς φιλανθρωπίαν, εἰς ἔλεον, εἰς ἄλλα τοιαῦτα, ἅπερ ἐστὶν οἰκεῖα τοῖς χρηστοῖς· τὸ δὲ τῶν ἀρίστων ἀνδρῶν ἐπιλανθάνεσθαι καὶ τὰ τῆς ἀρετῆς ἆθλα ἀποστερεῖν οὐκ ἔνι τυγχάνειν οὐδεμιᾶς εὐπρεποῦς προφάσεως,ἀλλʼ ἀχαριστίᾳ, φθόνῳ, μικρολογίᾳ, πᾶσι τοῖς αἰσχίστοις ἀνάγκη προσήκειν. ἔτι δὲ οἱ μὲν τοὺς ὄντας πονηροὺς ἧττον κατείργουσι, τὰς κολάσεις ἀνιέντες· οἱ δὲ αὐτοὶ τὰ μέγιστα ἐξαμαρτάνουσι περὶ τοὺς εὐεργέτας. τοσούτῳ δὲ τοῦτο ἐκείνου κάκιον ὅσῳ τὸ αὐτὸν ἀδικεῖν τοῦ μὴ σφόδρα κωλύειν ἕτερον.
26
οὐ τοίνυν οὐδὲ ἐκεῖνοἔστιν εἰπεῖν ὅτι μὴ τοῦτο ὑπάρχει μέγιστον τῶν δεδομένων τισί· δίχα γὰρ τοῦ πᾶσιν εἶναι φανερὸν ἑαυτοῖς ἐναντία ἐροῦσιν οἱ λέγοντες. φασὶ γὰρ ἀνάγκην εἶναι πολλοὺς ἐν τῷ παρόντι τιμᾶν τῶν ἡγουμένων, οἷς ἅπασιν εἰκόνας εἰ δεήσει κατασκευάζεσθαι, μεγάλην τινὰ ἔσεσθαι τὴν δαπάνην, ὡς τάς γε ἄλλας τιμὰς οὐκοὔσας κατʼ αὐτοὺς οὐδὲ ἀποδεξομένων αὐτῶν ὡς πολὺ ἐλάττους.